Kitap 3
53.2
πρὸ μὲν γὰρ τούτων τῶν καιρῶν συναγωνιζόμενος Περδίκκᾳ τε καὶ τοῖς βασιλεῦσιν ἔλαβε σατραπείαν Καππαδοκίαν καὶ τοὺς συνορίζοντας ταύτῃ τόπους, ἐν οἷς μεγάλων δυνάμεων καὶ πολλῶν χρημάτων κυριεύσας περιβόητον ἔσχε τὴν εὐτυχίαν.
60.2
οὗτος δὲ παραλαβὼν τὸν στόλον ἐν Βυζαντίῳ, καὶ καταπλεύσας ἐπὶ πόλιν τὴν ὀνομαζομένην Ἠιόνα, ταύτην μὲν Περσῶν κατεχόντων ἐχειρώσατο, Σκῦρον δὲ Πελασγῶν ἐνοικούντων καὶ Δολόπων ἐξεπολιόρκησε, καὶ κτίστην Ἀθηναῖον καταστήσας κατεκληρούχησε τὴν χώραν.
56.4
ἐσχάτους δὲ Μακεδόνας ἄρξαι καὶ τοὺς ἀπὸ Μακεδόνων ἓξ ἔτη πρὸς τοῖς διακοσίοις καὶ ἑβδομήκοντα. τοὺς δὲ λοιποὺς χρόνους ἅπαντας διατελέσαι βασιλεύοντας τῆς χώρας ἐγχωρίους, ἄνδρας μὲν ἑβδομήκοντα πρὸς τοῖς τετρακοσίοις, γυναῖκας δὲ πέντε· περὶ ὧν ἁπάντων οἱ μὲν ἱερεῖς εἶχον ἀναγραφὰς ἐν ταῖς ἱεραῖς βίβλοις ἐκ παλαιῶν χρόνων ἀεὶ τοῖς διαδόχοις παραδεδομένας, ὁπηλίκος ἕκαστος τῶν βασιλευσάντων ἐγένετο τῷ μεγέθει καὶ ὁποῖός τις τῇ φύσει καὶ τὰ κατὰ τοὺς ἰδίους χρόνους ἑκάστῳ πραχθέντα·
53.3
κρατερὸν μὲν γὰρ καὶ Νεοπτόλεμον, διωνομασμένους ἡγεμόνας καὶ τὰς ἀνικήτους τῶν Μακεδόνων ἔχοντας δυνάμεις, ἐνίκησε παρατάξει καὶ αὐτοὺς κατὰ τὴν μάχην ἀνεῖλεν.
44.3
μετὰ δὲ ταῦτα μειζόνων πράξεων ἄρξασθαι διανοούμενος, κατέπλευσεν εἰς τὸν Πειραιᾶ, καὶ προσλαβόμενος πλείους τριήρεις καὶ τὴν ἄλλην χορηγίαν ἀξιόλογον παρασκευασάμενος, τότε μὲν ἐξέπλευσεν ἔχων τριήρεις διακοσίας, ὕστερον δὲ μεταπεμψάμενος παρὰ τῶν Ἰώνων καὶ τῶν ἄλλων ἁπάντων τὰς ἁπάσας εἶχε τριακοσίας.
56.5
ἡμῖν δὲ περὶ ἑκάστου τὰ κατὰ μέρος μακρὸν ἂν εἴη καὶ περίεργον γράφειν, ὡς ἂν τῶν πλείστων ἀχρήστων περιειλημμένων. διόπερ τῶν ἀξίων ἱστορίας τὰ κυριώτατα συντόμως διεξιέναι πειρασόμεθα.
58.4
δόξας δὲ ἀνυπόστατος εἶναι τηλικαύτης ἐπειράθη μεταβολῆς ὥστε ὑπʼ Ἀντιγόνου μεγάλῃ παρατάξει λειφθῆναι καὶ μετʼ ὀλίγων φίλων ἀναγκασθῆναι καταφυγεῖν εἴς τι χωρίον παντελῶς μικρόν. εἰς τοῦτο δʼ ἐγκλεισθεὶς καὶ περιληφθεὶς ὑπὸ τῶν πολεμίων διπλοῖς τείχεσιν οὐδένα βοηθὸν ἔσχε τῆς ἰδίας συμφορᾶς.