Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

58.6 μετὰ δέ τινα χρόνον ἀνελπίστως διασωθεὶς τότε μὲν περὶ τὴν Καππαδοκίαν διέτριβεν ἀναλαμβάνων τοὺς προγεγονότας φίλους καὶ τοὺς κατὰ τὴν χώραν πλανωμένους τῶν συνεστρατευκότων αὐτῷ πρότερον. ἀγαπώμενος δὲ διαφερόντως ταχὺ πολλοὺς ἔσχε κοινωνοὺς τῶν αὐτῶν ἐλπίδων καὶ πρὸς τὴν μετʼ αὐτοῦ στρατείαν ὑπακούοντας.
56.6 Κίμων δὲ πυνθανόμενος τὸν στόλον τῶν Περσῶν διατρίβειν περὶ τὴν Κύπρον, καὶ πλεύσας ἐπὶ τοὺς βαρβάρους, ἐναυμάχησε διακοσίαις καὶ πεντήκοντα ναυσὶ πρὸς τριακοσίας καὶ τετταράκοντα. γενομένου δʼ ἀγῶνος ἰσχυροῦ καὶ τῶν στόλων ἀμφοτέρων λαμπρῶς ἀγωνιζομένων, τὸ τελευταῖον ἐνίκων οἱ Ἀθηναῖοι, καὶ πολλὰς μὲν τῶν ἐναντίων ναῦς διέφθειραν, πλείους δὲ τῶν ἑκατὸν σὺν αὐτοῖς τοῖς ἀνδράσιν εἷλον.
45.3 ἑξῆς δʼ ἄρξαι λέγεται τοῦ προειρημένου βασιλέως τοὺς ἀπογόνους δύο πρὸς τοῖς πεντήκοντα τοὺς ἅπαντας ἔτη πλείω τῶν χιλίων καὶ τετταράκοντα· ἐφʼ ὧν μηδὲν ἄξιον ἀναγραφῆς γενέσθαι.
42.7 τέλος δὲ ἐν ὀλίγαις ἡμέραις χωρὶς τῶν ἐν τῷ φρουρίῳ συμπεπολιορκημένων φίλων πεντακοσίων ἔσχε στρατιώτας ἐθελοντὶ ὑπακούοντας πλείους τῶν δισχιλίων. τῆς τύχης δʼ αὐτῷ συνεργούσης τηλικαύτην ἔλαβεν αὔξησιν ὥστε παραλαβεῖν τὰς βασιλικὰς δυνάμεις καὶ προστῆναι τῶν βασιλέων πρὸς τοὺς καταλύειν αὐτῶν τὴν ἀρχὴν τετολμηκότας. ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον ἀκριβέστερον διέξιμεν ἐν τοῖς οἰκείοις καιροῖς.
56.7 τῶν δὲ λοιπῶν νεῶν καταφυγουσῶν εἰς τὴν Κύπρον,οἱ μὲν ἐν αὐταῖς ἄνδρες εἰς τὴν γῆν ἀπεχώρησαν, αἱ δὲ νῆες κεναὶ τῶν βοηθούντων οὖσαι τοῖς πολεμίοις ἐγενήθησαν ὑποχείριοι.
45.4 μετὰ δὲ ταῦτα κατασταθέντος βασιλέως Βουσίριδος καὶ τῶν τούτου πάλιν ἐκγόνων ὀκτώ, τὸν τελευταῖον ὁμώνυμον ὄντα τῷ πρώτῳ φασὶ κτίσαι τὴν ὑπὸ μὲν τῶν Αἰγυπτίων καλουμένην Διὸς πόλιν τὴν μεγάλην, ὑπὸ δὲ τῶν Ἑλλήνων Θήβας. τὸν μὲν οὖν περίβολον αὐτὸν ὑποστήσασθαι σταδίων ἑκατὸν καὶ τετταράκοντα, οἰκοδομήμασι δὲ μεγάλοις καὶ ναοῖς ἐκπρεπέσι καὶ τοῖς ἄλλοις ἀναθήμασι κοσμῆσαι θαυμαστῶς·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi