Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

63.3 ἠξίου δʼ αὐτὸν ἡ Ὀλυμπιὰς συμβουλεῦσαι πότερον αὐτῷ δοκεῖ συμφέρειν μένειν αὐτὴν ἐν Ἠπείρῳ καὶ μὴ πιστεύειν τοῖς αἰεὶ δοκοῦσι μὲν ἐπιμεληταῖς εἶναι, τῇ δὲ ἀληθείᾳ τὴν βασιλείαν εἰς ἑαυτοὺς μεθιστῶσιν, ἢ ἐπανέρχεσθαι.
63.4 ὁ δʼ Εὐμενὴς πρὸς μὲν τὴν Ὀλυμπιάδα παραχρῆμα ἀντέγραψε, συμβουλεύων κατὰ τὸ παρὸν μένειν ἐν Ἠπείρῳ, μέχρι ἂν ὁ πόλεμος λάβῃ τινὰ κρίσιν. αὐτὸς δʼ ἀεὶ τὴν εὔνοιαν βεβαιοτάτην πρὸς τοὺς βασιλεῖς τετηρηκὼς ἔκρινεν Ἀντιγόνῳ μὲν μὴ προσέχειν ἐξιδιαζομένῳ τὴν βασιλείαν, τοῦ δὲ Ἀλεξάνδρου παιδὸς προσδεομένου βοηθείας διά τε τὴν ὀρφανίαν καὶ διὰ τὴν τῶν ἡγεμόνων πλεονεξίαν διέλαβεν ἁρμόζειν ἑαυτῷ πάντα κίνδυνον ἀναδέχεσθαι τῆς τῶν βασιλέων σωτηρίας ἕνεκα.
59.1 εὐθὺς οὖν παραγγείλας τοῖς περὶ αὐτὸν ἀναζευγνύειν προῆγεν ἐκ Καππαδοκίας, ἔχων ἱππεῖς μὲν περὶ πεντακοσίους, πεζοὺς δὲ πλείους τῶν δισχιλίων· οὐ γὰρ ἔσχεν ἀναστροφὴν προσδέξασθαι τοὺς ἀφυστεροῦντας τῶν ἐπηγγελμένων συστρατεύσεσθαι διὰ τὸ προσάγειν παρʼ Ἀντιγόνου δύναμιν ἀξιόλογον καὶ στρατηγοὺς τοὺς περὶ Μένανδρον, κωλύσοντας αὐτὸν ἐνδιατρίβειν τῇ Καππαδοκίᾳ, πολέμιον γενόμενον τοῖς περὶ Ἀντίγονον.
59.2 ἀλλὰ γὰρ ἡ δύναμις αὕτη τρισὶν ὕστερον ἡμέραις παραγενομένη καὶ τῶν καιρῶν ὑστεροῦσα ἐπεβάλετο μὲν διώκειν τοὺς μετʼ Εὐμενοῦς προάγοντας, οὐ δυναμένη δὲ καταλαβεῖν ἐπανῆλθεν εἰς Καππαδοκίαν.
← Önceki 42 / 42

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi