Kitap 3
50.1
Ἀλκέτας πολλοὺς ἀποβαλὼν μόλις διεξέπεσε πρὸς τὴντῶν πεζῶν φάλαγγα, ὁ δʼ Ἀντίγονος ἐξ ὑπερδεξίων τόπων ἐπαγαγὼν τούς τε ἐλέφαντας καὶ πᾶσαν τὴν δύναμιν κατεπλήξατο τοὺς πολεμίους πολὺ τοῖς πλήθεσι λειπομένους· ἦσαν γὰρ οἱ σύμμαχοι πάντες πεζοὶ μὲν μύριοι καὶ ἑξακισχίλιοι, ἱππεῖς δὲ ἐννακόσιοι, οἱ δʼ Ἀντιγόνου χωρὶς τῶν ἐλεφάντων πεζοὶ μὲν πλείους τῶν τετρακισμυρίων, ἱππεῖς δὲ ὑπὲρ τοὺς ἑπτακισχιλίους.
47.3
οἱ μὲν οὖν Ἰάπυγες τήν τε παρʼ αὑτῶν δύναμιν παρεσκευάζοντο καὶ τὴν παρὰ τῶν ὁμόρων συμμαχίαν συνέλαβον, καὶ τοὺς σύμπαντας ἤθροισαν ὑπὲρ τοὺς δισμυρίους· οἱ δὲ Ταραντῖνοι πυθόμενοι τὸ μέγεθος τῆς ἐπʼ αὐτοὺς ἠθροισμένης δυνάμεως, τούς τε πολιτικοὺς στρατιώτας ἤθροισαν καὶ Ῥηγίνων συμμάχων ὄντων πολλοὺς προσελάβοντο.
48.8
Ἡρόδοτος δέ φησι τὸν Νεῖλον εἶναι μὲν φύσει τηλικοῦτον ἡλίκος γίνεται κατὰ τὴν πλήρωσιν, ἐν δὲ τῷ χειμῶνι τὸν ἥλιον κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσθαι πρὸς ἑαυτὸν πολλὴν ὑγρασίαν ἐκ τοῦ Νείλου, καὶ διὰ τοῦτο περὶ τοὺς καιροὺς τούτους παρὰ φύσιν ἐλάττονα γίνεσθαι τὸν ποταμόν·
37.2
ἅμα δὲ τῶν ἐλεφάντων ἐπιόντων κατὰ μέτωπον καὶ τῶν ἱππέων διὰ τὸ πλῆθος πανταχῇ περιχεομένων, ἔτι δὲ τῶν πεζῶν πολλαπλασίων καὶ κρειττόνων ὄντων ταῖς ἀρεταῖς καὶ τὴν στάσιν ὑπερδέξιον ἐχόντων πολὺς θόρυβος καὶ φόβος κατεῖχε τοὺς περὶ τὸν Ἀλκέταν· διὰ δὲ τὴν ὑπερβολὴν τῆς ὀξύτητος καὶ τῆς ἐνεργείας οὐδʼ ἐκτάξαι καλῶς τὴν φάλαγγα κατίσχυσε.
47.4
γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων, τὸ τελευταῖον οἱ Ἰάπυγες ἐνίκησαν. τῶν δὲ ἡττηθέντων εἰς δύο μέρη σχισθέντων κατὰ τὴν φυγήν, καὶ τῶν μὲν εἰς Τάραντα τὴν ἀναχώρησιν ποιουμένων, τῶν δὲ εἰς τὸ Ῥήγιον φευγόντων, παραπλησίως τούτοις καὶ οἱ Ἰάπυγες ἐμερίσθησαν.
48.9
τοῦ δὲ θέρους ἐπιστάντος ἀποχωροῦντα τῇ φορᾷ τὸν ἥλιον πρὸς τὰς ἄρκτους ἀναξηραίνειν καὶ ταπεινοῦν τούς τε περὶ τὴν Ἑλλάδα ποταμοὺς καὶ τοὺς κατὰ τὴν ἄλλην χώραν τὴν ὁμοίως ἐκείνῃ κειμένην.