Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

9.4 τὰς δὲ βασιλείας ἐγχειρίζουσιν οἱ μὲν τοῖς εὐπρεπεστάτοις, τύχης ἡγούμενοι δῶρα ἀμφότερα, τήν τε μοναρχίαν καὶ τὴν εὐπρέπειαν, οἱ δὲ τοῖς ἐπιμελεστάτοις κτηνοτρόφοις παραδιδόασι τὴν ἀρχήν, ὡς μόνους ἄριστα τῶν ὑποτεταγμένων φροντιοῦντας ἔνιοι δὲ τοῖς πλουσιωτάτοις τοῦτο τὸ τίμιον ἀπονέμουσιν, ἡγούμενοι μόνους αὐτοὺς ἐπικουρεῖν τοῖς ὄχλοις δύνασθαι διὰ τὴν ἑτοιμότητα τῆς εὐπορίας, εἰσὶ δʼ οἳ τοὺς ἀνδρείᾳ διαφέροντας αἱροῦνται βασιλεῖς, κρίνοντες τοὺς ἐν πολέμῳ πλεῖστον δυναμένους ἀξίους εἶναι μόνους τυγχάνειν τῶν πρωτείων.
10.1 τῆς δὲ παρὰ τὸν Νεῖλον χώρας τῆς ἐν τῇ Λιβύῃ κειμένης ἐστί τι μέρος τῷ κάλλει διαφέρον· τροφάς τε γὰρ φέρει δαψιλεῖς καὶ ποικίλας, καὶ πρὸς τὰς τῶν καυμάτων ὑπερβολὰς ἔχει βοηθείας εὐθέτους τὰς ἐν τοῖς ἕλεσι καταφυγάς· διὸ καὶ περιμάχητος οὗτος ὁ τόπος γίνεται τοῖς τε Λίβυσι καὶ τοῖς Αἰθίοψι, καὶ πρὸς ἀλλήλους ὑπὲρ αὐτοῦ πολεμοῦντες διατελοῦσι.
10.2 φοιτᾷ δʼ εἰς αὐτὸν καὶ πλῆθος ἐλεφάντων ἐκ τῆς ἄνω χώρας, ὡς μὲν ἔνιοι λέγουσι, διὰ τὴν δαψίλειαν καὶ τὴν ἡδονὴν τῆς νομῆς· ἕλη γὰρ θαυμαστὰ παρεκτείνεται τοῖς χείλεσι τοῦ ποταμοῦ, πολλῆς καὶ παντοίας ἐν αὐτοῖς φυομένης τροφῆς.
10.3 διόπερ ὅταν γεύσωνται τοῦ θρύου καὶ τοῦ καλάμου, διὰ τὴν γλυκύτητα τῆς τροφῆς μένει καὶ τὴν τῶν ἀνθρώπων δίαιταν καταφθείρει· διʼ ἣν αἰτίαν καταναγκάζονται φεύγειν εἰς τούτους τοὺς τόπους, ὄντες νομάδες καὶ σκηνῖται, τὸ σύνολον τῷ συμφέροντι τὰς πατρίδας ὁρίζοντες.
10.4 αἱ δʼ ἀγέλαι τῶν εἰρημένων θηρίων τὴν μεσόγειον χώραν ἐκλείπουσι διὰ σπάνιν τροφῆς, ἅτε συντόμως τῶν φυομένων ἐν τῇ γῇ πάντων αὐαινομένων· διὰ γὰρ τὴν τοῦ καύματος ὑπερβολὴν καὶ τὴν λειψυδρίαν τῶν πηγαίων καὶ ποταμίων ὑδάτων σκληρὰς καὶ σπανίους συμβαίνει γίνεσθαι τὰς τροφάς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi