Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

10.6 περιβοήτου δὲ τῆς πράξεως γενομένης καθʼ ὅλην τὴν Ἑλλάδα καὶ πάντων θαυμαζόντων τὸ παράδοξον, ὁ μὲν βασιλεὺς Κρέων θαυμάσας τὴν ἀρετὴν τοῦ νεανίσκου τήν τε θυγατέρα Μεγάραν συνῴκισεν αὐτῷ καὶ καθάπερ υἱῷ γνησίῳ τὰ κατὰ τὴν πόλιν ἐπέτρεψεν, Εὐρυσθεὺς δʼ ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας ὑποπτεύσας τὴν Ἡρακλέους αὔξησιν μετεπέμπετό τε αὐτὸν καὶ προσέταττε τελεῖν ἄθλους.
10.7 οὐχ ὑπακούοντος δὲ τοῦ Ἡρακλέους, Ζεὺς μὲν ἀπέστειλε διακελευόμενος ὑπουργεῖν Εὐρυσθεῖ, Ἡρακλῆς δὲ παρελθὼν εἰς Δελφοὺς καὶ περὶ τούτων ἐπερωτήσας τὸν θεόν, ἔλαβε χρησμὸν τὸν δηλοῦντα διότι τοῖς θεοῖς δέδοκται δώδεκα ἄθλους τελέσαι προστάττοντος Εὐρυσθέως, καὶ τοῦτο πράξαντα τεύξεσθαι τῆς ἀθανασίας.
11.1 τούτων δὲ πραχθέντων ὁ μὲν Ἡρακλῆς ἐνέπεσεν εἰς ἀθυμίαν οὐ τὴν τυχοῦσαν· τό τε γὰρ τῷ ταπεινοτέρῳ δουλεύειν οὐδαμῶς ἄξιον ἔκρινε τῆς ἰδίας ἀρετῆς, τό τε τῷ Διὶ καὶ πατρὶ μὴ πείθεσθαι καὶ ἀσύμφορον ἐφαίνετο καὶ ἀδύνατον. εἰς πολλὴν οὖν ἀμηχανίαν ἐμπίπτοντος αὐτοῦ, Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύτταν· ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσε. τοῦ πάθους δʼ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν μὲν Ἰόλαον ἐπεβάλετο κτείνειν, ἐκείνου δὲ φυγόντος καὶ τῶν παίδων τῶν ἐκ Μεγάρας πλησίον διατριβόντων, τούτους ὡς πολεμίους κατετόξευσε.
11.2 μόγις δὲ τῆς μανίας ἀπολυθείς, καὶ ἐπιγνοὺς τὴν ἰδίαν ἄγνοιαν, περιαλγὴς ἦν ἐπὶ τῷ μεγέθει τῆς συμφορᾶς. πάντων δʼ αὐτῷ συλλυπουμένων καὶ συμπενθούντων, ἐπὶ πολὺν χρόνον κατὰ τὴν οἰκίαν ἡσύχαζεν, ἐκκλίνων τὰς τῶν ἀνθρώπων ὁμιλίας τε καὶ ἀπαντήσεις· τέλος δὲ τοῦ χρόνου τὸ πάθος πραΰναντος κρίνας ὑπομένειν τοὺς κινδύνους παρεγένετο πρὸς Εὐρυσθέα.
11.3 καὶ πρῶτον μὲν ἔλαβεν ἆθλον ἀποκτεῖναι τὸν ἐν Νεμέᾳ λέοντα. οὗτος δὲ μεγέθει μὲν ὑπερφυὴς ἦν, ἄτρωτος δὲ ὢν σιδήρῳ καὶ χαλκῷ καὶ λίθῳ τῆς κατὰ χεῖρα βιαζομένης προσεδεῖτο ἀνάγκης. διέτριβε δὲ μάλιστα μεταξὺ Μυκηνῶν καὶ Νεμέας περὶ ὄρος τὸ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος Τρητόν· εἶχε γὰρ περὶ τὴν ῥίζαν διώρυχα διηνεκῆ, καθʼ ἣν εἰώθει φωλεύειν τὸ θηρίον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi