Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

12.4 ἀνοιχθέντος οὖν τοῦ πίθου, καὶ τῆς εὐωδίας διὰ τὴν παλαιότητα καὶ δύναμιν τοῦ οἴνου προσπεσούσης τοῖς πλησίον οἰκοῦσι Κενταύροις, συνέβη διοιστρηθῆναι τούτους· διὸ καὶ προσπεσόντες ἀθρόοι τῇ οἰκήσει τοῦ Φόλου καταπληκτικῶς ὥρμησαν πρὸς ἁρπαγήν.
12.5 ὁ μὲν οὖν Φόλος φοβηθεὶς ἔκρυψεν ἑαυτόν, ὁ δʼ Ἡρακλῆς παραδόξως συνεπλάκη τοῖς βιαζομένοις· ἔδει γὰρ διαγωνίζεσθαι πρὸς τοὺς ἀπὸ μὲν μητρὸς ὄντας θεούς, τὸ δὲ τάχος ἔχοντας ἵππων, ῥώμῃ δὲ δισωμάτους θῆρας, ἐμπειρίαν δὲ καὶ σύνεσιν ἔχοντας ἀνδρῶν. τῶν δὲ Κενταύρων οἱ μὲν πεύκας αὐτορρίζους ἔχοντες ἐπῇσαν, οἱ δὲ πέτρας μεγάλας, τινὲς δὲ λαμπάδας ἡμμένας, ἕτεροι δὲ βουφόνους πελέκεις.
12.6 ὁ δʼ ἀκαταπλήκτως ὑποστὰς ἀξίαν τῶν προκατειργασμένων συνεστήσατο μάχην. συνηγωνίζετο δʼ αὐτοῖς ἡ μήτηρ Νεφέλη πολὺν ὄμβρον ἐκχέουσα, διʼ οὗ τοὺς μὲν τετρασκελεῖς οὐκ ἔβλαπτε, τῷ δὲ δυσὶν ἠρεισμένῳ σκέλεσι τὴν βάσιν ὀλισθηρὰν κατεσκεύαζεν. ἀλλʼ ὅμως τοὺς τοιούτοις προτερήμασι πλεονεκτοῦντας Ἡρακλῆς παραδόξως κατηγωνίσατο, καὶ τοὺς μὲν πλείστους ἀπέκτεινε, τοὺς δʼ ὑπολειφθέντας φυγεῖν ἠνάγκασε.
12.7 τῶν δʼ ἀναιρεθέντων Κενταύρων ὑπῆρχον ἐπιφανέστατοι Δάφνις καὶ Ἀργεῖος καὶ Ἀμφίων, ἔτι δὲ Ἱπποτίων καὶ Ὄρειος καὶ Ἰσοπλὴς καὶ Μελαγχαίτης, πρὸς δὲ τούτοις Θηρεὺς καὶ Δούπων καὶ Φρίξος. τῶν δὲ διαφυγόντων τὸν κίνδυνον ὕστερον ἕκαστος τιμωρίας ἠξιώθη· ὅμαδος μὲν γὰρ ἐν Ἀρκαδίᾳ τὴν Εὐρυσθέως ἀδελφὺν Ἀλκυόνην βιαζόμενος ἀνῃρέθη. ἐφʼ ᾧ συνέβη θαυμασθῆναι τὸν Ἡρακλέα διαφερόντως· τὸν μὲν γὰρ ἐχθρὸν κατʼ ἰδίαν ἐμίσησε, τὴν δʼ ὑβριζομένην ἐλεῶν ἐπιεικείᾳ διαφέρειν ὑπελάμβανεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi