Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

15.3 μετὰ δὲ ταῦτα ἔλαβεν ἆθλον ἀγαγεῖν τὰς Διομήδους τοῦ Θρᾳκὸς ἵππους. αὗται δὲ χαλκᾶς μὲν φάτνας εἶχον διὰ τὴν ἀγριότητα, ἁλύσεσι δὲ σιδηραῖς διὰ τὴν ἰσχὺν ἐδεσμεύοντο, τροφὴν δʼ ἐλάμβανον οὐ τὴν ἐκ γῆς φυομένην, ἀλλὰ τὰ τῶν ξένων μέλη διαιρούμεναι τροφὴν εἶχον τὴν συμφορὰν τῶν ἀκληρούντων. ταύτας ὁ Ἡρακλῆς βουλόμενος χειρώσασθαι τὸν κύριον Διομήδην παρέβαλε, καὶ ταῖς τοῦ παρανομεῖν διδάξαντος σαρξὶν ἐκπληρώσας τὴν ἔνδειαν τῶν ζῴων εὐπειθεῖς ἔσχεν.
15.4 Εὐρυσθεὺς δʼ ἀχθεισῶν πρὸς αὐτὸν τῶν ἵππων ταύτας μὲν ἱερὰς ἐποίησεν Ἥρας, ὧν τὴν ἐπιγονὴν συνέβη διαμεῖναι μέχρι τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος βασιλείας. τοῦτον δὲ τὸν ἆθλον ἐπιτελέσας μετʼ Ἰάσονος συνεξέπλευσε συστρατεύσων ἐπὶ τὸ χρυσόμαλλον δέρος εἰς Κόλχους. ἀλλὰ περὶ μὲν τούτων ἐν τῇ τῶν Ἀργοναυτῶν στρατείᾳ τὰ κατὰ μέρος διέξιμεν.
16.1 Ἡρακλῆς δὲ λαβὼν πρόσταγμα τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ἐνεγκεῖν ζωστῆρα, τὴν ἐπὶ τὰς Ἀμαζόνας στρατείαν ἐποιήσατο. πλεύσας οὖν εἰς τὸν Εὔξεινον ἀπʼ ἐκείνου κληθέντα Πόντον, καὶ καταπλεύσας ἐπὶ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ, πλησίον Θεμισκύρας πόλεως κατεστρατοπέδευσεν, ἐν ᾗ τὰ βασίλεια τῶν Ἀμαζόνων ὑπῆρχε.
16.2 καὶ τὸ μὲν πρῶτον ᾔτει παρʼ αὐτῶν τὸν προστεταγμένον ζωστῆρα· ὡς δʼ οὐχ ὑπήκουον, συνῆψε μάχην αὐταῖς. τὸ μὲν οὖν ἄλλο πλῆθος αὐτῶν ἀντετάχθη τοῖς πολλοῖς, αἱ δὲ τιμιώταται κατʼ αὐτὸν ταχθεῖσαι τὸν Ἡρακλέα μάχην καρτερὰν συνεστήσαντο. πρώτη μὲν γὰρ αὐτῷ συνάψασα μάχην Ἄελλα, καὶ διὰ τὸ τάχος ταύτης τετευχυῖα τῆς προσηγορίας, ὀξύτερον εὗρεν αὑτῆς τὸν ἀντιταχθέντα. δευτέρα δὲ Φιλιππὶς εὐθὺς ἐκ τῆς πρώτης συστάσεως καιρίῳ πληγῇ περιπεσοῦσα διεφθάρη. μετὰ δὲ ταῦτα Προθόῃ συνῆψε μάχην, ἣν ἐκ προκλήσεως ἔφασαν ἑπτάκις νενικηκέναι τὸν ἀντιταξάμενον. πεσούσης δὲ καὶ ταύτης, τετάρτην ἐχειρώσατο τὴν ὀνομαζομένην Ἐρίβοιαν. αὕτη δὲ διὰ τὴν ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαν καυχωμένη μηδενὸς χρείαν ἔχειν βοηθοῦ, ψευδῆ τὴν ἐπαγγελίαν ἔσχε κρείττονι περιπεσοῦσα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi