Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

71.2 τῶν μὲν γὰρ ὑπαρχόντων σατραπῶν τοὺς ἀλλοτρίως ἔχοντας πρὸς αὐτὸν ἀπέστησε, τῶν δὲ αὑτοῦ φίλων ἐπιλέξας τοὺς εὐθέτους παρέδωκε τὰς σατραπείας. ἐπεμελήθη δὲ καὶ τῶν προσόδων καὶ τῆς δυνάμεων κατασκευῆς, καὶ καθόλου τὴν βασιλείαν ὅλην ἐπιεικῶς διοικῶν μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς Πέρσαις.
67.10 διὰ ταύτην οὖν τὴν αἰτίαν τὸν μὲν πατέρα τοὺς ἡλικιώτας τοῦ προειρημένου ἀθροῖσαι καὶ βασιλικῆς ἀγωγῆς ἀξιῶσαι, προκατασκευαζόμενον εἰς τὴν τῶν ὅλων ἐπίθεσιν, αὐτὸν δʼ ἀνδρωθέντα καὶ τῇ τοῦ θεοῦ προρρήσει πιστεύσαντα κατενεχθῆναι πρὸς τὴν εἰρημένην στρατείαν.
65.1 κατὰ δὲ τοῦτον τὸν καιρὸν ἧκεν ἐπιστολὴ Νικάνορι παρʼ Ὀλυμπιάδος, ἐν ᾗ προσέταττεν ἀποδοῦναι Ἀθηναίοις τήν τε Μουνυχίαν καὶ τὸν Πειραιᾶ. ὁ δὲ Νικάνωρ ἀκούων ὅτι μέλλουσιν οἱ βασιλεῖς καὶ Πολυπέρχων κατάγειν εἰς Μακεδονίαν τὴν Ὀλυμπιάδα καὶ τοῦ τε παιδίου τὴν ἐπιμέλειαν ἐκείνῃ παραδιδόναι καὶ τὴν προϋπάρχουσαν ἀποδοχὴν καὶ τιμὴν Ἀλεξάνδρου ζῶντος ἀποκαθιστάναι Ὀλυμπιάδι, φοβηθεὶς ἐπηγγείλατο μὲν παραδώσειν, ἀεὶ δὲ προφάσεις τινὰς ποιούμενος παρῆγε τὴν πρᾶξιν.
67.3 οἱ δὲ τὴν Αἴγυπτον κατοικοῦντες πυθόμενοι τὴν Ξέρξου τελευτὴν καὶ τὴν ὅλην ἐπίθεσιν καὶ ταραχὴν ἐν τῇ βασιλείᾳ τῶν Περσῶν, ἔκριναν ἀντέχεσθαι τῆς ἐλευθερίας. εὐθὺς οὖν ἀθροίσαντες δύναμιν ἀπέστησαν τῶν Περσῶν, καὶ τοὺς φορολογοῦντας τὴν Αἴγυπτον τῶν Περσῶν ἐκβαλόντες κατέστησαν βασιλέα τὸν ὀνομαζόμενον Ἰναρώ.
54.1 πρὸς δὲ ταύτην τὴν ἐπιβολὴν πρῶτον μὲν τὴν πρὸς αὐτὸν εὔνοιαν κατεσκεύασε πᾶσι τοῖς κατʼ Αἴγυπτον, ἡγούμενος δεῖν τοὺς μὲν συστρατεύοντας ἑτοίμως ὑπὲρ τῶν ἡγουμένων ἀποθνήσκειν, τοὺς δʼ ἀπολειπομένους ἐπὶ τῶν πατρίδων μηδὲν νεωτερίζειν, εἰ μέλλει τὴν προαίρεσιν ἐπὶ τέλος ἄξειν.
65.2 οἱ δὲ Ἀθηναῖοι πεπολυωρηκότες ἐν τοῖς ἔμπροσθεν χρόνοις τὴν Ὀλυμπιάδα καὶ νομίσαντες τὰς μὲν ταύτῃ δεδογμένας τιμὰς ὄντως γεγονέναι, τὴν δὲ ἀπόληψιν τῆς αὐτονομίας διὰ ταύτης ἐλπίζοντες ἀκινδύνως ἔσεσθαι περιχαρεῖς ἦσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi