Kitap 4
16.3
μετὰ δὲ ταύτας Κελαινὼ καὶ Εὐρυβία καὶ Φοίβη, τῆς Ἀρτέμιδος οὖσαι συγκυνηγοὶ καὶ διὰ παντὸς εὐστόχως ἀκοντίζουσαι, τὸν ἕνα στόχον οὐκ ἔτρωσαν, ἀλλʼ ἑαυταῖς συνασπίζουσαι τότε πᾶσαι κατεκόπησαν. μετὰ δὲ ταύτας Δηιάνειραν καὶ Ἀστερίαν καὶ Μάρπην, ἔτι δὲ Τέκμησσαν καὶ Ἀλκίππην ἐχειρώσατο. αὕτη δʼ ὀμόσασα παρθένος διαμενεῖν τὸν μὲν ὅρκον ἐφύλαξε, τὸ δὲ ζῆν οὐ διετήρησεν. ἡ δὲ τὴν στρατηγίαν ἔχουσα τῶν Ἀμαζόνων Μελανίππη καὶ θαυμαζομένη μάλιστα διʼ ἀνδρείαν ἀπέβαλε τὴν ἡγεμονίαν.
16.4
Ἡρακλῆς δὲ τὰς ἐπιφανεστάτας τῶν Ἀμαζονίδων ἀνελὼν καὶ τὸ λοιπὸν πλῆθος φυγεῖν συναναγκάσας, κατέκοψε τὰς πλείστας, ὥστε παντελῶς τὸ ἔθνος αὐτῶν συντριβῆναι. τῶν δʼ αἰχμαλωτίδων Ἀντιόπην μὲν ἐδωρήσατο Θησεῖ, Μελανίππην δʼ ἀπελύτρωσεν ἀντιλαβὼν τὸν ζωστῆρα.
17.1
Εὐρυσθέως δὲ προστάξαντος ἆθλον δέκατον τὰς Γηρυόνου βοῦς ἀγαγεῖν, ἃς νέμεσθαι συνέβαινε τῆς Ἰβηρίας ἐν τοῖς πρὸς τὸν ὠκεανὸν κεκλιμένοις μέρεσιν, Ἡρακλῆς θεωρῶν τὸν πόνον τοῦτον μεγάλης προσδεόμενον παρασκευῆς καὶ κακοπαθείας, συνεστήσατο στόλον ἀξιόλογον καὶ πλῆθος στρατιωτῶν ἀξιόχρεων ἐπὶ ταύτην τὴν στρατείαν.
17.2
διεβεβόητο γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην ὅτι Χρυσάωρ ὁ λαβὼν ἀπὸ τοῦ πλούτου τὴν προσηγορίαν βασιλεύει μὲν ἁπάσης Ἰβηρίας, τρεῖς δʼ ἔχει συναγωνιστὰς υἱούς, διαφέροντας ταῖς τε ῥώμαις τῶν σώματων καὶ ταῖς ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαις, πρὸς δὲ τούτοις ὅτι τῶν υἱῶν ἕκαστος μεγάλας ἔχει δυνάμεις συνεστώσας ἐξ ἐθνῶν μαχίμων· ὧν δὴ χάριν ὁ μὲν Εὐρυσθεὺς νομίζων δυσέφικτον εἶναι τὴν ἐπὶ τούτους στρατείαν, προσετετάχει τὸν προειρημένον ἆθλον.