Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

73.3 περὶ δὲ τὸν Τίγριν ποταμὸν ἐπιθεμένων αὐτῷ τῶν ἐγχωρίων νυκτὸς ἀπέβαλέ τινας τῶν στρατιωτῶν. παραπλησίως δὲ καὶ κατὰ τὴν Βαβυλωνίαν ἐπιθεμένου τοῦ Σελεύκου παρὰ τὸν Εὐφράτην ποταμὸν ἐκινδύνευσε μὲν ἅπασαν ἀποβαλεῖν τὴν δύναμιν, διώρυγός τινος ῥαγείσης καὶ τῆς στρατοπεδείας ὅλης συγκλυσθείσης, ὅμως δὲ διὰ τῆς ἰδίας στρατηγίας, ἐπί τι χῶμα καταφυγὼν καὶ τὴν διώρυγα πάλιν ἀποστρέψας,
59.4 διέσωσεν αὑτόν τε καὶ τὴν δύναμιν. παραδόξως δὲ τὰς τοῦ Σελεύκου χεῖρας διαφυγὼν διήνυσεν εἰς τὴν Περσίδα μετὰ τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν μυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ τρισχιλίους καὶ τριακοσίους. ἀναλαβὼν δὲ τοὺς στρατιώτας ἐκ τῆς κακοπαθίας διεπέμπετο πρός τε τοὺς σατράπας καὶ στρατηγοὺς τοὺς ἐν ταῖς ἄνω σατραπείαις, μεταπεμπόμενος στρατιώτας τε καὶ χρήματα. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν μέχρι τούτου προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
74.1 κατὰ δὲ τὴν Εὐρώπην Πολυπέρχοντος διὰ τὴν ἐλάττωσιν τῆς κατὰ τοὺς Μεγαλοπολίτας πολιορκίας καταφρονηθέντος αἱ πλεῖσται τῶν Ἑλληνίδων πόλεων ἀφιστάμεναι τῶν βασιλέων πρὸς Κάσανδρον ἀπέκλιναν. Ἀθηναίων δὲ μὴ δυναμένων ἀποτρίψασθαι τὴν φρουρὰν μήτε διὰ τοῦ Πολυπέρχοντος μήτε διʼ Ὀλυμπιάδος ἀπετόλμησέ τις τῶν ἐπαινουμένων πολιτῶν εἰπεῖν ἐν ἐκκλησίᾳ διότι συμφέρει πρὸς Κάσανδρον διαλύσασθαι.
← Önceki 43 / 43

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi