Kitap 4
35.4
διὸ καὶ τῶν ποιητῶν τινας μυθοποιῆσαι τὸ πραχθέν· παρεισήγαγον γὰρ τὸν Ἡρακλέα πρὸς τὸν Ἀχελῷον συνάψαι μάχην, ὡμοιωμένου τοῦ ποταμοῦ ταύρῳ, κατὰ δὲ τὴν συμπλοκὴν θάτερον τῶν κεράτων κλάσαντα δωρήσασθαι τοῖς Αἰτωλοῖς, ὃ προσαγορεῦσαι κέρας Ἀμαλθείας. ἐν ᾧ πλάττουσι πλῆθος ὑπάρχειν πάσης ὀπωρινῆς ὥρας, βοτρύων τε καὶ μήλων καὶ τῶν ἄλλων τῶν τοιούτων, αἰνιττομένων τῶν ποιητῶν κέρας μὲν τοῦ Ἀχελῴου τὸ διὰ τῆς διώρυχος φερόμενον ῥεῖθρον, τὰ δὲ μῆλα καὶ τὰς ῥόας καὶ τοὺς βότρυς δηλοῦν τὴν καρποφόρον χώραν τὴν ὑπὸ τοῦ ποταμοῦ ἀρδευομένην καὶ τὸ πλῆθος τῶν καρποφορούντων φυτῶν· Ἀμαλθείας δʼ εἶναι κέρας οἱονεί τινος ἀμαλακιστίας, δι’ ἧς τὴν εὐτονίαν τοῦ κατασκευάσαντος δηλοῦσθαι.
36.1
Ἡρακλῆς δὲ τοῖς Καλυδωνίοις συστρατεύσας ἐπὶ Θεσπρωτοὺς πόλιν τε Ἐφύραν κατὰ κράτος εἷλε καὶ Φυλέα τὸν βασιλέα τῶν Θεσπρωτῶν ἀπέκτεινε. λαβὼν δὲ αἰχμάλωτον τὴν θυγατέρα τοῦ Φυλέως ἐπεμίγη ταύτῃ καὶ ἐτέκνωσε Τληπόλεμον.
36.2
μετὰ δὲ τὸν Δηιανείρας γάμον τρισὶν ὕστερον ἔτεσι δειπνῶν παρʼ Οἰνεῖ, διακονοῦντος Εὐρυνόμου τοῦ Ἀρχιτέλους υἱοῦ, παιδὸς τὴν ἡλικίαν, ἁμαρτάνοντος δʼ ἐν τῷ διακονεῖν, πατάξας κονδύλῳ, καὶ βαρυτέρας τῆς πληγῆς γενομένης, ἀπέκτεινεν ἀκουσίως τὸν παῖδα.
36.3
περιαλγὴς δὲ γενόμενος ἐπὶ τῷ πάθει πάλιν ἐκ τῆς Καλυδῶνος ἑκουσίως ἔφυγε μετὰ τῆς γυναικὸς Δηιανείρας καὶ Ὕλλου τοῦ ἐκ ταύτης, παιδὸς ὄντος τὴν ἡλικίαν. ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὐηνὸν ποταμὸν, κατέλαβε Νέσσον τὸν Κένταυρον μισθοῦ διαβιβάζοντα τὸν ποταμόν.
36.4
οὗτος δὲ πρώτην διαβιβάσας τὴν Δηιάνειραν, καὶ διὰ τὸ κάλλος ἐρασθείς, ἐπεχείρησε βιάσασθαι ταύτην. ἐπιβοωμένης δʼ αὐτῆς τὸν ἄνδρα, ὁ μὲν Ἡρακλῆς ἐτόξευσε τὸν Κένταυρον, ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος, καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων, ἔφησε τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι.