Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

52.2 καὶ ποιήσειν ἀπʼ ἀρχῆς ἄρνα. συγκαταθεμένων δʼ αὐτῶν, μυθολογοῦσι τὴν Μήδειαν κατὰ μέλη διελοῦσαν τὸ σῶμα τοῦ κριοῦ καθεψῆσαι, καὶ διά τινων φαρμάκων παρακρουσαμένην ἐξελεῖν ἐκ τοῦ λέβητος ἀρνὸς εἴδωλον. ἐνταῦθα τῶν παρθένων καταπλαγεισῶν, καὶ πίστεις τῆς ἐπαγγελίας ἡγησαμένων ἐνδεχομένας ἔχειν, ὑπουργῆσαι τοῖς προστάγμασι. καὶ τὰς μὲν ἄλλας ἁπάσας τὸν πατέρα τυπτούσας ἀποκτεῖναι, μόνην δʼ Ἄλκηστιν διʼ εὐσεβείας ὑπερβολὴν ἀποσχέσθαι τοῦ γεννήσαντος.
52.3 μετὰ δὲ ταῦτα τὴν Μήδειάν φασι τοῦ μὲν τὸ σῶμα κατακόπτειν ἢ καθέψειν ἀποστῆναι, προσποιησαμένην δὲ δεῖν πρότερον εὐχὰς ποιήσασθαι τῇ σελήνῃ, τὰς μὲν παρθένους ἀναβιβάσαι μετὰ λαμπάδων ἐπὶ τὸ μετεωρότατον τέγος τῶν βασιλείων, αὐτὴν δὲ τῇ Κολχίδι διαλέκτῳ κατευχήν τινα μακρὰν διερχομένην ἐγχρονίζειν, ἀναστροφὴν διδοῦσαν τοῖς μέλλουσι ποιεῖσθαι τὴν ἐπίθεσιν.
52.4 διὸ καὶ τοὺς Ἀργοναύτας ἀπὸ τῆς σκοπῆς καταμαθόντας τὸ πῦρ, καὶ νομίσαντας συντετελέσθαι τὴν ἀναίρεσιν τοῦ βασιλέως, ὁρμῆσαι δρόμῳ πρὸς τὴν πόλιν, παρεισελθόντας δʼ ἐντὸς τοῦ τείχους ἐσπασμένοις τοῖς ξίφεσιν εἰς τὰ βασίλεια καταντῆσαι καὶ τοὺς ἐναντιουμένους τῶν φυλάκων ἀνελεῖν. τὰς δὲ τοῦ Πελίου θυγατέρας ἄρτι καταβεβηκυίας ἀπὸ τοῦ τέγους πρὸς τὴν καθέψησιν, καὶ παραδόξως ἐν τοῖς βασιλείοις ἰδούσας τόν τε Ἰάσονα καὶ τοὺς ἀριστεῖς, περιαλγεῖς ἐπὶ τῇ συμφορᾷ γενέσθαι· οὔτε γὰρ ἀμύνασθαι τὴν Μήδειαν εἶχον ἐξουσίαν οὔτε τὸ πραχθὲν αὐταῖς μύσος διʼ ἀπάτην διορθώσασθαι.
52.5 διόπερ ταύτας μὲν ὁρμῆσαι λέγεται στερίσκειν αὑτὰς τοῦ ζῆν, τὸν δʼ Ἰάσονα κατελεήσαντα τὰ πάθη παρακατασχεῖν αὐτάς, καὶ θαρρεῖν παρακαλέσαντα δεικνύειν ὡς ἐκ κακίας μὲν οὐδὲν ἥμαρτον, ἀκουσίως δὲ διʼ ἀπάτην ἠτύχησαν.
53.1 καθόλου δὲ πᾶσι τοῖς συγγενέσιν ἐπαγγειλάμενον ἐπιεικῶς καὶ μεγαλοψύχως προσενεχθήσεσθαι, συναγαγεῖν εἰς ἐκκλησίαν τὰ πλήθη. ἀπολογησάμενον δὲ περὶ τῶν πεπραγμένων, καὶ διδάξαντα διότι τοὺς προαδικήσαντας ἠμύνατο, τιμωρίαν ἐλάττονα λαβὼν ὧν αὐτὸς πέπονθεν, Ἀκάστῳ μὲν τῷ Πελίου τὴν πατρῴαν βασιλείαν παραδοῦναι, τῶν δὲ τοῦ βασιλέως θυγατέρων ἀξιῶσαι αὐτὸν φροντίδα ποιήσασθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi