Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

62.1 Δευκαλίων ὁ πρεσβύτατος τῶν Μίνωος παίδων, δυναστεύων τῆς Κρήτης καὶ ποιησάμενος πρὸς Ἀθηναίους συμμαχίαν, συνῴκισε τὴν ἰδίαν ἀδελφὴν Φαίδραν Θησεῖ. μετὰ δὲ τὸν γάμον Ἱππόλυτον μὲν τὸν ἐκ τῆς Ἀμαζονίδος γενόμενον υἱὸν ἔπεμψεν εἰς Τροιζῆνα τρέφεσθαι παρὰ τοῖς Αἴθρας ἀδελφοῖς, ἐκ δὲ Φαίδρας Ἀκάμαντα καὶ Δημοφῶντα ἐγέννησε.
62.2 μικρὸν δʼ ὕστερον Ἱππολύτου ἐπανελθόντος εἰς τὰς Ἀθήνας πρὸς τὰ μυστήρια, Φαίδρα διὰ τὸ κάλλος ἐρασθεῖσα αὐτοῦ τότε μὲν ἀπελθόντος εἰς Τροιζῆνα ἱδρύσατο ἱερὸν Ἀφροδίτης παρὰ τὴν ἀκρόπολιν, ὅθεν ἦν καθορᾶν τὴν Τροιζῆνα, ὕστερον δὲ παρὰ τῷ Πιτθεῖ μετὰ τοῦ Θησέως καταλύσασα ἠξίου τὸν Ἱππόλυτον μιγῆναι αὐτῇ. ἀντειπόντος δʼ ἐκείνου φασὶ τὴν Φαίδραν ἀγανακτῆσαι, καὶ ἐπανελθοῦσαν εἰς τὰς Ἀθήνας εἰπεῖν τῷ Θησεῖ διότι ἐπεβάλετο Ἱππόλυτος αὐτῇ μιγῆναι.
62.3 Θησέως δὲ διστάζοντος περὶ τῆς διαβολῆς, καὶ τὸν Ἱππόλυτον μεταπεμπομένου πρὸς τὸν ἔλεγχον, Φαίδρα μὲν φοβηθεῖσα τὸν ἐξετασμὸν ἀνεκρέμασεν ἑαυτήν, Ἱππόλυτος δʼ ἁρματηλατῶν, ὡς ἤκουσε τὰ περὶ τῆς διαβολῆς, συνεχύθη τὴν ψυχήν, καὶ διὰ τοῦτο τῶν ἵππων ταραχθέντων καὶ ἐπισπασαμένων αὐτὸν ταῖς ἡνίαις, συνέβη τὸν μὲν δίφρον συντριβῆναι, τὸ δὲ μειράκιον ἐμπλακὲν τοῖς ἱμᾶσιν ἑλκυσθῆναι καὶ τελευτῆσαι.
62.4 Ἱππόλυτος μὲν οὖν διὰ σωφροσύνην τὸν βίον καταστρέψας παρὰ Τροιζηνίοις ἔτυχεν ἰσοθέων τιμῶν, Θησεὺς δὲ μετὰ ταῦτα καταστασιασθεὶς καὶ φυγὼν ἐκ τῆς πατρίδος ἐπὶ τῆς ξένης ἐτελεύτησεν. οἱ δʼ Ἀθηναῖοι μεταμεληθέντες τά τε ὀστᾶ μετήνεγκαν καὶ τιμαῖς ἰσοθέοις ἐτίμησαν αὐτόν, καὶ τέμενος ἄσυλον ἐποίησαν ἐν ταῖς Ἀθήναις τὸ προσαγορευόμενον ἀπʼ ἐκείνου Θησεῖον.
63.1 ἡμεῖς δʼ ἐπεὶ τὸν περὶ Θησέως λόγον ἀποδεδώκαμεν, ἐν μέρει διέξιμεν περί τε τῆς κατὰ τὴν Ἑλένην ἁρπαγῆς καὶ τῆς μνηστείας Φερσεφόνης ὑπὸ Πειρίθου· αὗται γὰρ αἱ πράξεις συμπεπλεγμέναι ταῖς Θησέως εἰσί. Πειρίθους γὰρ ὁ Ἰξίονος, ἀποθανούσης αὐτοῦ τῆς γυναικὸς Ἱπποδαμείας καὶ καταλιπούσης υἱὸν Πολυποίτην, παρῆλθεν εἰς τὰς Ἀθήνας πρὸς Θησέα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi