Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

72.6 τούτου δʼ ἐγένοντο υἱοὶ Πηλεὺς καὶ Τελαμών. τούτων δὲ Πηλεὺς δίσκῳ βαλὼν ἀπέκτεινεν ἀκουσίως Φῶκον ὁμοπάτριον ἀδελφόν, ἐξ ἄλλης δὲ μητρὸς γεγενημένον. διὰ δὲ τὸν φόνον Πηλεὺς ὑπὸ τοῦ πατρὸς φυγαδευθεὶς ἔφυγε τῆς νῦν Θετταλίας καλουμένης εἰς Φθίαν, καὶ καθαρθεὶς ὑπὸ Ἄκτορος τοῦ βασιλέως διεδέξατο τὴν βασιλείαν, ἄπαιδος ὄντος τοῦ Ἄκτορος. ἐκ δὲ Πηλέως καὶ Θέτιδος γενόμενος Ἀχιλλεὺς ἐστράτευσε μετʼ Ἀγαμέμνονος εἰς Τροίαν.
72.7 Τελαμὼν δὲ φυγὼν ἐξ Αἰγίνης κατήντησεν εἰς Σαλαμῖνα, καὶ γήμας Κυχρέως τοῦ βασιλέως τῶν Σαλαμινίων θυγατέρα Γλαύκην ἐβασίλευσε τῆς νήσου. τῆς δὲ γυναικὸς Γλαύκης ἀποθανούσης ἔγημεν ἐξ Ἀθηνῶν Ἐρίβοιαν τὴν Ἀλκάθου, ἐξ ἧς ἐγέννησεν Αἴαντα τὸν ἐπὶ Τροίαν στρατεύσαντα.
73.1 τούτων δʼ ἡμῖν διευκρινημένων πειρασόμεθα διελθεῖν περὶ Πέλοπος καὶ Ταντάλου καὶ Οἰνομάου· ἀναγκαῖον δὲ τοῖς χρόνοις προσαναδραμόντας ἡμᾶς ἀπʼ ἀρχῆς ἐν κεφαλαίοις ἅπαντα διελθεῖν. κατὰ γὰρ τὴν Πελοπόννησον ἐν πόλει Πίσῃ Ἄρης Ἁρπίνῃ τῇ Ἀσωποῦ θυγατρὶ μιγεὶς ἐγέννησεν Οἰνόμαον.
73.2 οὗτος δὲ θυγατέρα μονογενῆ γεννήσας ὠνόμασεν Ἱπποδάμειαν. χρηστηριαζομένῳ δʼ αὐτῷ περὶ τῆς τελευτῆς ἔχρησεν ὁ θεὸς τότε τελευτήσειν αὐτὸν ὅταν ἡ θυγάτηρ Ἱπποδάμεια συνοικήσῃ. εὐλαβούμενον οὖν αὐτὸν περὶ τοῦ γάμου τῆς θυγατρὸς κρῖναι ταύτην παρθένον διαφυλάττειν, ὑπολαμβάνοντα μόνως οὕτως ἐκφεύξεσθαι τὸν κίνδυνον.
73.3 διόπερ πολλῶν μνηστευομένων τὴν κόρην, ἆθλον προετίθει τοῖς βουλομένοις αὐτὴν γῆμαι τοιοῦτον· ἔδει τὸν μὲν ἡττηθέντα τελευτῆσαι, τὸν δʼ ἐπιτυχόντα γαμεῖν τὴν κόρην. ὑπεστήσατο δʼ ἱπποδρομίαν ἀπὸ τῆς Πίσης μέχρι τοῦ κατὰ Κόρινθον Ἰσθμοῦ πρὸς τὸν βωμὸν τοῦ Ποσειδῶνος, τὴν δʼ ἄφεσιν τῶν ἵππων ἐποίησε τοιαύτην.
73.4 ὁ μὲν Οἰνόμαος ἔθυε κριὸν τῷ Διί, ὁ δὲ μνηστευόμενος ἐξώρμα τέθριππον ἐλαύνων ἅρμα· ἁγισθέντων δὲ τῶν ἱερῶν, τότε ἄρχεσθαι τοῦ δρόμου τὸν Οἰνόμαον καὶ διώκειν τὸν μνηστῆρα, ἔχοντα δόρυ καὶ ἡνίοχον τὸν Μυρτίλον· εἰ δʼ ἐφίκοιτο καταλαβεῖν τὸ διωκόμενον ἅρμα, τύπτειν τῷ δόρατι καὶ διαφθείρειν τὸν μνηστῆρα. τούτῳ δὲ τῷ τρόπῳ τοὺς ἀεὶ μνηστευομένους καταλαμβάνων διὰ τὴν ὀξύτητα τῶν ἵππων πολλοὺς ἀνῄρει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi