Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

10.2 ἔχει δʼ ἡ νῆσος αὕτη τὰ διαβεβοημένα μέταλλα τῆς στυπτηρίας, ἐξ ἧς λαμβάνουσιν οἱ Λιπαραῖοι καὶ Ῥωμαῖοι μεγάλας προσόδους. οὐδαμοῦ γὰρ τῆς οἰκουμένης τῆς στυπτηρίας γινομένης καὶ πολλὴν χρείαν παρεχομένης, εἰκότως μονοπώλιον ἔχοντες καὶ τὰς τιμὰς ἀναβιβάζοντες πλῆθος χρημάτων λαμβάνουσιν ἄπιστον· ἐν μόνῃ γὰρ τῇ νήσῳ Μήλῳ φύεται μικρά τις στυπτηρία, μὴ δυναμένη διαρκεῖν πολλαῖς πόλεσιν.
10.3 ἔστι δὲ καὶ ἡ νῆσος τῶν Λιπαραίων μικρὰ μὲν τὸ μέγεθος, καρποφόρος δὲ ἱκανῶς καὶ τὰ πρὸς ἀνθρώπων τρυφὴν ἔχουσα διαφερόντως· καὶ γὰρ ἰχθύων παντοδαπῶν παρέχεται πλῆθος τοῖς κατοικοῦσι καὶ τῶν ἀκροδρύων τὰ μάλιστα δυνάμενα παρέχεσθαι τὴν ἐκ τῆς ἀπολαύσεως ἡδονήν. καὶ περὶ μὲν Λιπάρας καὶ τῶν ἄλλων τῶν Αἰόλου νήσων καλουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.
11.1 μετὰ δὲ τὴν Λιπάραν εἰς τὸ πρὸς δυσμὰς μέρος νῆσός ἐστι πελαγία, μικρὰ μὲν τὸ μέγεθος, ἔρημος δὲ καὶ διά τινα περιπέτειαν Ὀστεώδης ὀνομαζομένη. καθʼ ὃν γὰρ καιρὸν Καρχηδόνιοι πρὸς Συρακοσίους διαπολεμοῦντες πολλοὺς καὶ μεγάλους πολέμους δυνάμεις εἶχον ἀξιολόγους πεζάς τε καὶ ναυτικάς, περὶ δὲ τούτους τοὺς καιροὺς μισθοφόρων ὄντων παρʼ αὐτοῖς πολλῶν καὶ παντοδαπῶν τοῖς ἔθνεσιν, οὗτοι δὲ ταραχώδεις ὄντες καὶ πολλὰς καὶ μεγάλας στάσεις εἰωθότες ποιεῖσθαι, καὶ μάλιστα ὅταν τοὺς μισθοὺς εὐκαίρως μὴ λαμβάνωσιν, ἐχρήσαντο καὶ τότε τῇ συνήθει ῥᾳδιουργίᾳ τε καὶ τόλμῃ. ὄντες γὰρ τὸν ἀριθμὸν ὡς ἑξακισχίλιοι,
11.2 καὶ τοὺς μισθοὺς οὐκ ἀπολαμβάνοντες, τὸ μὲν πρῶτον συντρέχοντες κατεβόων τῶν στρατηγῶν, ἐκείνων δʼ ἀπορουμένων χρημάτων καὶ πολλάκις ἀναβαλλομένων τὰς ἀποδόσεις, ἠπείλουν τοῖς ὅπλοις ἀμυνεῖσθαι τοὺς Καρχηδονίους, καὶ τὰς χεῖρας προσέφερον τοῖς ἡγεμόσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi