Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

34.5 χρῶνται δὲ καὶ σαυνίοις ὁλοσιδήροις ἀγκιστρώδεσι, φοροῦσι δὲ κράνη καὶ ξίφη παραπλήσια Κελτίβηρσιν. ἀκοντίζουσι δʼ εὐστόχως καὶ μακράν, καὶ καθόλου καρτεροπληγεῖς ὑπάρχουσιν. εὐκίνητοι δʼ ὄντες καὶ κοῦφοι ῥᾳδίως καὶ φεύγουσι καὶ διώκουσι, κατὰ δὲ τὰς ἐν ταῖς συστάσεσι τῶν δεινῶν ὑπομονὰς πολὺ λείπονται τῶν Κελτιβήρων. ἐπιτηδεύουσι δὲ κατὰ μὲν τὴν εἰρήνην ὄρχησίν τινα κούφην καὶ περιέχουσαν πολλὴν εὐτονίαν σκελῶν, ἐν δὲ τοῖς πολέμοις, πρὸς ῥυθμὸν ἐμβαίνουσι καὶ παιᾶνας ᾅδουσιν, ὅταν ἐπίωσι τοῖς ἀντιτεταγμένοις.
34.6 ἴδιον δέ τι παρὰ τοῖς Ἴβηρσι καὶ μάλιστα παρὰ τοῖς Λυσιτανοῖς ἐπιτηδεύεται· τῶν γὰρ ἀκμαζόντων ταῖς ἡλικίαις οἱ μάλιστα ἀπορώτατοι ταῖς οὐσίαις, ῥώμῃ δὲ σώματος καὶ θράσει διαφέροντες, ἐφοδιάσαντες αὑτοὺς ἀλκῇ καὶ τοῖς ὅπλοις εἰς τὰς ὀρεινὰς δυσχωρίας ἀθροίζονται, συστήματα δὲ ποιήσαντες ἀξιόλογα κατατρέχουσι τὴν Ἰβηρίαν καὶ λῃστεύοντες πλούτους ἀθροίζουσι· καὶ τοῦτο διατελοῦσι πράττοντες μετὰ πάσης καταφρονήσεως· κούφοις γὰρ χρώμενοι καθοπλισμοῖς καὶ παντελῶς ὄντες εὐκίνητοι καὶ ὀξεῖς δυσχειρότατοι τοῖς ἄλλοις εἰσί.
34.7 καθόλου δὲ τὰς ἐν τοῖς ὄρεσι δυσχωρίας καὶ τραχύτητας ἡγούμενοι πατρίδας εἶναι, εἰς ταύτας καταφεύγουσι, δυσδιεξόδους οὔσας μεγάλοις καὶ βαρέσι στρατοπέδοις. διὸ καὶ Ῥωμαῖοι πολλάκις ἐπʼ αὐτοὺς στρατεύσαντες τῆς μὲν πολλῆς καταφρονήσεως ἀπέστησαν αὐτούς, εἰς τέλος δὲ τὰ λῃστήρια καταλῦσαι πολλάκις φιλοτιμηθέντες οὐκ ἠδυνήθησαν.
35.1 ἐπεὶ δὲ τὰ περὶ τῶν Ἰβήρων διήλθομεν, οὐκ ἀνοίκειον εἶναι διαλαμβάνομεν περὶ τῶν ἐν αὐτῇ μετάλλων ἀργυρείων διελθεῖν· αὕτη γὰρ ἡ χώρα σχεδόν τι πλεῖστον καὶ κάλλιστον ἔχει μεταλλευόμενον ἄργυρον καὶ πολλὰς τοῖς ἐργαζομένοις παρέχεται προσόδους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi