Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

46.3 μυθολογοῦσι δʼ οἱ ἱερεῖς τὸ γένος αὐτοῖς ἐκ Κρήτης ὑπάρχειν, ὑπὸ Διὸς ἠγμένοις εἰς τὴν Παγχαίαν, ὅτε κατʼ ἀνθρώπους ὢν ἐβασίλευε τῆς οἰκουμένης· καὶ τούτων σημεῖα φέρουσι τῆς διαλέκτου, δεικνύντες τὰ πολλὰ διαμένειν παρʼ αὑτοῖς Κρητικῶς ὀνομαζόμενα· τήν τε πρὸς αὐτοὺς οἰκειότητα καὶ φιλανθρωπίαν ἐκ προγόνων παρειληφέναι, τῆς φήμης ταύτης τοῖς ἐκγόνοις παραδιδομένης ἀεί. ἐδείκνυον δὲ καὶ ἀναγραφὰς τούτων, ἃς ἔφασαν τὸν Δία πεποιῆσθαι καθʼ ὃν καιρὸν ἔτι κατʼ ἀνθρώπους ὢν ἱδρύσατο τὸ ἱερόν.
46.4 ἔχει δʼ ἡ χώρα μέταλλα δαψιλῆ χρυσοῦ τε καὶ ἀργύρου καὶ χαλκοῦ καὶ καττιτέρου καὶ σιδήρου· καὶ τούτων οὐδὲν ἔστιν ἐξενεγκεῖν ἐκ τῆς νήσου, τοῖς δʼ ἱερεῦσιν οὐδʼ ἐξελθεῖν τὸ παράπαν ἐκ τῆς καθιερωμένης χώρας· τὸν δʼ ἐξελθόντα ἐξουσίαν ἔχει ὁ περιτυχὼν ἀποκτεῖναι.
46.5 ἀναθήματα δὲ χρυσᾶ καὶ ἀργυρᾶ πολλὰ καὶ μεγάλα τοῖς θεοῖς ἀνάκειται, σεσωρευκότος τοῦ χρόνου τὸ πλῆθος τῶν καθιερωμένων ἀναθημάτων.
46.6 τά τε θυρώματα τοῦ ναοῦ θαυμαστὰς ἔχει τὰς κατασκευὰς ἐξ ἀργύρου καὶ χρυσοῦ καὶ ἐλέφαντος, ἔτι δὲ θύας δεδημιουργημένας. ἡ δὲ κλίνη τοῦ θεοῦ τὸ μὲν μῆκος ὑπάρχει πηχῶν ἕξ, τὸ δὲ πλάτος τεττάρων, χρυσῆ δʼ ὅλη καὶ τῇ κατὰ μέρος ἐργασίᾳ φιλοτέχνως κατεσκευασμένη.
46.7 παραπλήσιος δὲ καὶ ἡ τράπεζα τοῦ θεοῦ καὶ τῷ μεγέθει καὶ τῇ λοιπῇ πολυτελείᾳ παράκειται πλησίον τῆς κλίνης. κατὰ μέσην δὲ τὴν κλίνην ἕστηκε στήλη χρυσῆ μεγάλη, γράμματα ἔχουσα τὰ παρʼ Αἰγυπτίοις ἱερὰ καλούμενα, δι’ ὧν ἦσαν αἱ πράξεις Οὐρανοῦ τε καὶ Διὸς ἀναγεγραμμέναι, καὶ μετὰ ταύτας αἱ Ἀρτέμιδος καὶ Ἀπόλλωνος ὑφʼ Ἑρμοῦ προσαναγεγραμμέναι. περὶ μὲν οὖν τῶν κατʼ ἀντικρὺ τῆς Ἀραβίας ἐν ὠκεανῷ νήσων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι.
47.1 περὶ δὲ τῶν κατὰ τὴν Ἑλλάδα καὶ τὸ Αἰγαῖον πέλαγος κειμένων νῦν διέξιμεν, τὴν ἀρχὴν ἀπὸ τῆς Σαμοθρᾴκης ποιησάμενοι. ταύτην γὰρ τὴν νῆσον ἔνιοι μέν φασι τὸ παλαιὸν Σάμον ὀνομασθῆναι, τῆς δὲ νῦν Σάμου κτισθείσης διὰ τὴν ὁμωνυμίαν ἀπὸ τῆς παρακειμένης τῇ παλαιᾷ Σάμῳ Θρᾴκης Σαμοθρᾴκην ὀνομασθῆναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi