Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

50.5 ὁρμησάντων δὲ τῶν περὶ τὸν Βούτην, αἱ μὲν ἄλλαι ῥίψασαι τὰ ἱερὰ εἰς θάλατταν ἔφυγον, αἱ δʼ εἰς ὄρος τὸ καλούμενον Δρίος· κορωνίδα δʼ ἁρπαγεῖσαν συναναγκασθῆναι τῷ Βούτῃ συνοικῆσαι. ἐπὶ δὲ τῇ ἁρπαγῇ καὶ τῇ ὕβρει χαλεπῶς φέρουσαν ἐπικαλέσασθαι τὸν Διόνυσον βοηθῆσαι αὐτῇ. τὸν δὲ μανίαν ἐμβαλεῖν τῷ Βούτῃ, καὶ διὰ τοῦτο παρακόψαντα ῥῖψαι ἑαυτὸν εἴς τι φρέαρ καὶ τελευτῆσαι.
50.6 οἱ δʼ ἄλλοι Θρᾷκες ἑτέρας τινὰς γυναῖκας ἥρπασαν, ἐπιφανεστάτας δὲ τήν τε Ἀλωέως γυναῖκα Ἰφιμέδειαν καὶ τὴν θυγατέρα αὐτῆς Παγκράτιν· λαβόντες δʼ αὐτὰς ἀπέπλευσαν εἰς τὴν Στρογγύλην. οἱ δὲ Θρᾷκες ἀντὶ τοῦ Βούτου κατέστησαν βασιλέα τῆς νήσου Ἀγασσαμενόν, καὶ τὴν Ἀλωέως θυγατέρα Παγκράτιν κάλλει διαφέρουσαν συνῴκισαν αὐτῷ·
50.7 πρὸ γὰρ τῆς τούτου αἱρέσεως οἱ ἐπιφανέστατοι τῶν ἡγεμόνων Σικελὸς καὶ Ἑκήτορος ὑπὲρ τῆς Παγκράτιδος ἐρίσαντες ἀλλήλους ἀνεῖλον. ὁ δὲ Ἀγασσαμενὸς ὕπαρχον ἕνα τῶν φίλων καταστήσας συνῴκισεν αὐτῷ τὴν Ἰφιμέδειαν.
51.1 ὁ δʼ Ἀλωεὺς ἐπὶ ζήτησιν τῆς τε γυναικὸς καὶ τῆς θυγατρὸς ἐξέπεμψε τοὺς υἱοὺς Ὦτον καὶ Ἐφιάλτην· οἳ πλεύσαντες εἰς τὴν Στρογγύλην μάχῃ τε ἐνίκησαν τοὺς Θρᾷκας καὶ τὴν πόλιν ἐξεπολιόρκησαν.
51.2 εἶτα ἡ μὲν Παγκράτις ἐτελεύτησεν, οἱ δὲ περὶ τὸν Ὦτον καὶ Ἐφιάλτην ἐπεβάλοντο κατοικεῖν ἐν τῇ νήσῳ καὶ ἄρχειν τῶν Θρᾳκῶν· μετωνόμασαν δὲ καὶ τὴν νῆσον Δίαν. ὕστερον δὲ στασιάσαντες πρὸς ἀλλήλους καὶ μάχην συνάψαντες τῶν τε ἄλλων πολλοὺς ἀπέκτειναν καὶ ἀλλήλους ἀνεῖλον, ὑπὸ δὲ τῶν ἐγχωρίων εἰς τὸν λοιπὸν χρόνον ὡς ἥρωες ἐτιμήθησαν.
51.3 οἱ μὲν οὖν Θρᾷκες ἐνταῦθα κατοικήσαντες ἔτη πλείω τῶν διακοσίων ἐξέπεσον αὐχμῶν γενομένων ἐκ τῆς νήσου. μετὰ δὲ ταῦτα Κᾶρες ἐκ τῆς νῦν καλουμένης Λατμίας μεταναστάντες ᾤκησαν τὴν νῆσον· ὧν βασιλεύσας Νάξος ὁ Πολέμωνος ἀντὶ Δίας Νάξον ἀφʼ ἑαυτοῦ προσηγόρευσεν. ἐγένετο δʼ ἀνὴρ ἀγαθὸς καὶ ἐπιφανὴς ὁ Νάξος, καὶ ἀπέλιπεν υἱὸν Λεύκιππον· οὗ γενόμενος υἱὸς Σμέρδιος ἐβασίλευσε τῆς νήσου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi