Kitap 5
65.4
εὑρεῖν δὲ καὶ ξίφη καὶ κράνη καὶ τὰς ἐνοπλίους ὀρχήσεις, διʼ ὧν ποιοῦντας μεγάλους ψόφους ἀπατᾶν τὸν Κρόνον. φασὶ δʼ αὐτοὺς τὸν Δία, λάθρᾳ τοῦ πατρὸς Κρόνου παραδούσης Ῥέας τῆς μητρός, ὑποδέξασθαι καὶ θρέψαι· περὶ οὗ τὰ κατὰ μέρος μέλλοντας ἡμᾶς δηλοῦν ἀναγκαῖον ἀναλαβεῖν μικρὸν ἀνωτέρω τὴν διήγησιν.
66.1
μυθολογοῦσι γὰρ οἱ Κρῆτες γενέσθαι κατὰ τὴν τῶν Κουρήτων ἡλικίαν τοὺς καλουμένους Τιτᾶνας. τούτους δὲ τῆς Κνωσίας χώρας ἔχειν τὴν οἴκησιν, ὅπουπερ ἔτι καὶ νῦν δείκνυται θεμέλια Ῥέας οἰκόπεδα καὶ κυπαρίττων ἄλσος ἐκ παλαιοῦ χρόνου ἀνειμένον.
66.2
ὑπάρξαι δὲ τὸν ἀριθμὸν ἓξ μὲν ἄνδρας, πέντε δὲ γυναῖκας, ὡς μέν τινες μυθολογοῦσιν, Οὐρανοῦ καὶ Γῆς ὄντας, ὡς δέ τινές φασιν, ἔκ τινος τῶν Κουρήτων καὶ μητρὸς Τιταίας, ἀφʼ ἧς αὐτοὺς ταύτης τετευχέναι τῆς προσηγορίας.
66.3
ἄρρενας μὲν οὖν γενέσθαι τόν τε Κρόνον καὶ Ὑπερίονα καὶ Κοῖον, ἔτι δὲ Ἰαπετὸν καὶ Κριὸν καὶ τὸ τελευταῖον Ὠκεανόν, ἀδελφὰς δὲ τούτων τήν τε Ῥέαν καὶ Θέμιν καὶ Μνημοσύνην, ἔτι δὲ Φοίβην καὶ Τηθύν. ὧν ἕκαστόν τινων εὑρετὴν γενέσθαι τοῖς ἀνθρώποις, καὶ διὰ τὴν εἰς ἅπαντας εὐεργεσίαν τυχεῖν τιμῶν καὶ μνήμης ἀενάου.
66.4
τὸν μὲν οὖν Κρόνον ὄντα πρεσβύτατον βασιλέα γενέσθαι, καὶ τοὺς καθʼ ἑαυτὸν ἀνθρώπους ἐξ ἀγρίου διαίτης εἰς βίον ἥμερον μεταστῆσαι, καὶ διὰ τοῦτο ἀποδοχῆς μεγάλης τυχόντα πολλοὺς ἐπελθεῖν τόπους τῆς οἰκουμένης. εἰσηγήσασθαι δʼ αὐτὸν ἅπασι τήν τε δικαιοσύνην καὶ τὴν ἁπλότητα τῆς ψυχῆς· διὸ καὶ τοὺς ἐπὶ Κρόνου γενομένους ἀνθρώπους παραδεδόσθαι τοῖς μεταγενεστέροις εὐήθεις καὶ ἀκάκους παντελῶς, ἔτι δʼ εὐδαίμονας γεγονότας.
66.5
δυναστεῦσαι δʼ αὐτὸν μάλιστα τῶν πρὸς ἑσπέραν τόπων καὶ μεγίστης ἀξιωθῆναι τιμῆς· διὸ καὶ μέχρι τῶν νεωτέρων χρόνων παρὰ Ῥωμαίοις καὶ Καρχηδονίοις, ὅτʼ ἦν ἡ πόλις αὕτη, ἔτι δὲ καὶ τοῖς ἄλλοις τοῖς πλησιοχώροις ἔθνεσιν ἐπιφανεῖς ἑορτὰς καὶ θυσίας γενέσθαι τούτῳ τῷ θεῷ καὶ πολλοὺς τόπους ἐπωνύμους αὐτοῦ γενέσθαι.