Kitap 4
26.7
οἱ δὲ βάρβαροι ἰδόντες τὸ γιγνόμενον λίθοις τε ξὺν βοῇ ἀπὸ τῶν τειχῶν καὶ τοξεύμασι καὶ ἄλλῳ ὅτῳ τις μετὰ χεῖρας ἔχων ἐτύγχανεν ἢ ὅτῳ τις ἐν τῷ τότε ἔλαβεν ἐξηκόντιζον ἐς τοὺς Μακεδόνας· οἱ δὲ καὶ κατὰ θύρας, αἵτινες αὐτοῖς κατὰ τὰ μεσοπύργια μικραὶ ἦσαν, ἐκθέοντες ἐκ χειρὸς ἔπαιον τεταραγμένους.
27.1
Ἀλέξανδρος δὲ πέμπει Ἀλκέταν ξὺν τῇ αὐτοῦ τάξει τούς τε κατατετρωμένους ἀναλαβεῖν καὶ ὅσοι προσεμάχοντο ἐπανακαλέσασθαι ὡς ἐπὶ τὸ στρατόπεδον. καὶ τῇ τετάρτῃ ὡσαύτως ἀπʼ ἄλλης μηχανῆς ἄλλη ἐπιβάθρα αὐτῷ προσήγετο πρὸς τὸ τεῖχος.
27.2
καὶ οἱ Ἰνδοί, ἕως μὲν αὐτοῖς ὁ ἡγεμὼν τοῦ χωρίου περιῆν, ἀπεμάχοντο καρτερῶς· ὡς δὲ βέλει ἀπὸ μηχανῆς τυπεὶς ἀποθνήσκει ἐκεῖνος, αὐτῶν τε οἱ μέν τινες πεπτωκότες ἐν τῇ ξυνεχεῖ πολιορκίᾳ, οἱ πολλοὶ δὲ τραυματίαι τε καὶ ἀπόμαχοι ἦσαν, ἐπεκηρυκεύοντο πρὸς Ἀλέξανδρον.
27.3
τῷ δὲ ἀσμένῳ γίνεται ἄνδρας ἀγαθοὺς διασῶσαι· καὶ ξυμβαίνει ἐπὶ τῷδε Ἀλέξανδρος τοῖς μισθοφόροις Ἰνδοῖς ὡς καταταχθέντας ἐς τὴν ἄλλην στρατιὰν ξὺν αὑτῷ στρατεύεσθαι. οἱ μὲν δὴ ἐξῆλθον ξὺν τοῖς ὅπλοις, καὶ κατεστρατοπέδευσαν κατὰ σφᾶς ἐπὶ γηλόφῳ, ὃς ἦν ἀντίπορος τοῦ τῶν Μακεδόνων στρατοπέδου. νυκτὸς δὲ ἐπενόουν δρασμῷ διαχρησάμενοι ἐς τὰ σφέτερα ἤθη ἀπαναστῆναι οὐκ ἐθέλοντες ἐναντία αἴρεσθαι τοῖς ἄλλοις Ἰνδοῖς ὅπλα.
27.4
καὶ ταῦτα ὡς ἐξηγγέλθη Ἀλεξάνδρῳ, περιστήσας τῆς νυκτὸς τῷ γηλόφῳ τὴν στρατιὰν πᾶσαν κατακόπτει τοὺς Ἰνδοὺς ἐν μέσῳ ἀπολαβών, τήν τε πόλιν αἱρεῖ κατὰ κράτος ἐρημωθεῖσαν τῶν προμαχομένων, καὶ τὴν μητέρα τὴν Ἀσσακάνου καὶ τὴν παῖδα ἔλαβεν. ἀπέθανον δὲ ἐν τῇ πάσῃ πολιορκίᾳ τῶν ξὺν Ἀλεξάνδρῳ ἐς πέντε καὶ εἴκοσιν.
27.5
ἔνθεν δὲ Κοῖνον μὲν ὡς ἐπὶ Βάζιρα ἐκπέμπει, γνώμην ποιησάμενος ὅτι μαθόντες τῶν Μασσακανῶν τὴν ἅλωσιν ἐνδώσουσι σφᾶς αὐτούς. Ἄτταλον δὲ καὶ Ἀλκέταν καὶ Δημήτριον τὸν ἱππάρχην ἐπὶ Ὦρα στέλλει, ἄλλην πόλιν, παραγγείλας περιτειχίζειν τὴν πόλιν ἔστʼ ἂν ἀφίκηται αὐτός.