Thesauros Edebiyat Tarih Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Kitap 4

3.5 ὕδατος ἐνεχείρισαν σφᾶς Ἀλεξάνδρῳ. Ptolem. fr. 12 τὴν δὲ ἑβδόμην πόλιν ἐξ ἐφόδου ἔλαβε, Πτολεμαῖος Aristob. fr. 20 μὲν λέγει, ὅτι αὐτοὺς σφᾶς ἐνδόντας, Ἀριστόβουλος δέ, ὅτι βίᾳ καὶ ταύτην ἐξεῖλεν καὶ ὅτι πάντας τοὺς καταληφθέντας ἐν αὐτῇ ἀπέκτεινε. Πτολεμαῖος δὲ κατανεῖμαι λέγει αὐτὸν τοὺς ἀνθρώπους τῇ στρατιᾷ καὶ δεδεμένους κελεῦσαι φυλάσσεσθαι ἔστʼ ἄν ἐκ τῆς χώρας ἀπαλλάττηται αὐτός, ὡς μηδένα ἀπολείπεσθαι τῶν τὴν ἀπόστασιν πραξάντων.
3.6 ἐν τούτῳ δὲ τῶν τε ἐκ τῆς Ἀσίας Σκυθῶν στρατιὰ ἀφικνεῖται πρὸς τὰς ὄχθας τοῦ ποταμοῦ τοῦ Τανάϊδος, ἀκούσαντες οἱ πολλοὶ αὐτῶν, ὅτι ἔστιν οἳ καὶ τῶν ἐπέκεινα τοῦ ποταμοῦ βαρβάρων ἀπʼ Ἀλεξάνδρου ἀφεστᾶσιν, ὡς, εἰ δή τι λόγου ὄν ἄξιον νεωτερίζοιτο, καὶ αὐτοὶ ἐπιθησόμενοι τοῖς Μακεδόσι. καὶ οἱ ἀμφὶ Σπιταμένην δὲ ἀπηγγέλθησαν ὅτι τοὺς ἐν Μαρακάνδοις καταλειφθέντας ἐν τῇ ἄκρᾳ πολιορκοῦσιν.
3.7 ἔνθα δὴ Ἀλέξανδρος ἐπὶ μὲν τοὺς ἀμφὶ Σπιταμένην Ἀνδρόμαχόν τε ἀποστέλλει καὶ Μενέδημον καὶ Κάρανον, ἱππέας μὲν ἔχοντας τῶν ἑταίρων ἐς ἑξήκοντα καὶ τῶν μισθοφόρων ὀκτακοσίους, ὧν Κάρανος ἡγεῖτο, πεζοὺς δὲ μισθοφόρους ἐς χιλίους πεντακοσίους· ἐπιτάσσει δὲ αὐτοῖς Φαρνούχην τὸν ἑρμηνέα, τὸ μὲν γένος Λύκιον τὸν Φαρνούχην, ἐμπείρως δὲ τῆς τε φωνῆς τῶν ταύτῃ βαρβάρων ἔχοντα καὶ τὰ ἄλλα ὁμιλῆσαι αὐτοῖς δεξιὸν φαινόμενον.
4.1 αὐτὸς δὲ τὴν πόλιν, ἣν ἐπενόει, τειχίσας ἐν ἡμέραις εἴκοσι καὶ ξυνοικίσας ἐς αὐτὴν τῶν τε Ἑλλήνων μισθοφόρων καὶ ὅστις τῶν προσοικούντων βαρβάρων ἐθελοντὴς μετέσχε τῆς ξυνοικήσεως καί τινας καὶ τῶν ἐκ τοῦ στρατοπέδου Μακεδόνων, ὅσοι ἀπόμαχοι ἤδη ἦσαν, θύσας τοῖς θεοῖς ὡς νόμος αὐτῷ καὶ ἀγῶνα ἱππικόν τε καὶ γυμνικὸν ποιήσας, ὡς οὐκ ἀπαλλασσομένους ἑώρα τοὺς Σκύθας ἀπὸ τῆς ὄχθης τοῦ ποταμοῦ,
4.2 ἀλλʼ ἐκτοξεύοντες ἐς τὸν ποταμὸν ἑωρῶντο οὐ πλατὺν ταύτῃ ὄντα, καί τινα καὶ πρὸς ὕβριν τοῦ Ἀλεξάνδρου βαρβαρικῶς ἐθρασύναντο, ὡς οὐκ ἄν τολμήσαντα Αλέξανδρον ἅψασθαι Σκυθῶν ἤ μαθόντα ἄν ὅτι περ τὸ διάφορον Σκύθαις τε καὶ τοῖς Ἀσιανοῖς βαρβάροις, — ὑπὸ τούτων παροξυνόμενος ἐπενόει διαβαίνειν ἐπʼ αὐτοὺς καὶ τὰς διφθέρας παρεσκεύαζεν ἐπὶ τῷ πόρῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi