Kitap 4
29.5
καὶ αὐτὸς ἅμα τῇ ἡμέρᾳ ἄρας ἐκ τοῦ στρατοπέδου προσῆγε τὴν στρατιὰν κατὰ τὴν πρόσβασιν, ᾗ Πτολεμαῖος λαθὼν ἀνέβη, γνώμην ποιούμενος, ὡς, εἰ ταύτῃ βιασάμενος ξυμμίξει τοῖς ἀμφὶ Πτολεμαῖον, οὐ χαλεπὸν ἔτι ἐσόμενον αὐτῷ τὸ ἔργον. καὶ ξυνέβη οὕτως.
29.6
ἔστε μὲν γὰρ ἐπὶ μεσημβρίαν ξυνειστήκει καρτερὰ μάχη τοῖς τε Ἰνδοῖς καὶ τοῖς Μακεδόσιν, τῶν μὲν ἐκβιαζομένων ἐς τὴν πρόσβασιν, τῶν δὲ βαλλόντων ἀνιόντας· ὡς δὲ οὐκ ἀνίεσαν οἱ Μακεδόνες, ἄλλοι ἐπʼ ἄλλοις ἐπιόντες, οἱ δὲ πρόσθεν ἀναπαυόμενοι, μόγις δὴ ἀμφὶ δείλην ἐκράτησαν τῆς παρόδου καὶ ξυνέμιξαν τοῖς ξὺν Πτολεμαίῳ. ἐκεῖθεν δὲ ὁμοῦ ἤδη γενομένη ἡ στρατιὰ πᾶσα ἐπήγετο αὖθις ὡς ἐπʼ αὐτὴν τὴν πέτραν· ἀλλὰ γὰρ ἔτι ἄπορος ἦν αὐτῇ ἡ προσβολή, ταύτῃ μὲν δὴ τῇ ἡμέρᾳ τοῦτο τὸ τέλος γίγνεται.
29.7
ὑπὸ δὲ τὴν ἕω παραγγέλλει στρατιώτῃ ἑκάστῳ κόπτειν χάρακας ἑκατὸν κατʼ ἄνδρα. καὶ οὗτοι κεκομμένοι ἦσαν καὶ αὐτὸς ἐχώννυεν ἀρξάμενος ἀπὸ τῆς κορυφῆς τοῦ λόφου, ἵνα ἐστρατοπεδευκότες ἦσαν, ὡς ἐπὶ τὴν πέτραν χῶμα μέγα, ἔνθεν τοξεύματά τε ἂν ἐξικνεῖσθαι ἐς τοὺς προμαχομένους [δυνατὰ] αὐτῷ ἐφαίνετο καὶ ἀπὸ μηχανῶν βέλη ἀφιέμενα· καὶ ἐχώννυον αὐτῷ πᾶς τις ἀντιλαμβανόμενος τοῦ ἔργου· καὶ αὐτὸς ἐφειστήκει θεατὴς καὶ ἐπαινέτης τοῦ ξὺν προθυμίᾳ περαινομένου, κολαστὴς δὲ τοῦ ἐν τῷ παραχρῆμα ἐκλιποῦς.
30.1
τῇ μὲν δὴ πρώτῃ ἡμέρᾳ ὡς ἐπὶ στάδιον ἔχωσεν αὐτῷ ὁ στρατός. ἐς δὲ τὴν ὑστεραίαν οἵ τε σφενδονῆται σφενδονῶντες ἐς τοὺς Ἰνδοὺς ἐκ τοῦ ἤδη κεχωσμένου καὶ ἀπὸ τῶν μηχανῶν βέλη ἀφιέμενα ἀνέστελλε τῶν Ἰνδῶν τὰς ἐκδρομὰς τὰς ἐπὶ τοὺς χωννύοντας. καὶ ἐχώννυτο αὐτῷ ἐς τρεῖς ἡμέρας ξυνεχῶς τὸ χωρίον. τῇ τετάρτῃ δὲ βιασάμενοι τῶν Μακεδόνων οὐ πολλοὶ κατέσχον ὀλίγον γήλοφον ἰσόπεδον τῇ πέτρᾳ. καὶ Ἀλέξανδρος οὐδέν τι ἐλινύων ἐπῆγε τὸ χῶμα ξυνάψαι ἐθέλων τὸ χωννύμενον τῷ γηλόφῳ, ὅντινα οἱ ὀλίγοι αὐτῷ ἤδη κατεῖχον.