Thesauros Edebiyat Tarih Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Kitap 6

13.1 καὶ ταῦτα ἐννοήσας Ἀλέξανδρος, μή τι νεωτερισθείη ἐν τῇ στρατιᾷ, ὅτε πρῶτον ἠδυνήθη κομίζεται ἐπὶ τοῦ ποταμοῦ τοῦ Ὑδραώτου τὰς ὄχθας· καὶ πλέων κατὰ τὸν ποταμόν ʽἦν γὰρ τὸ στρατόπεδον ἐπὶ ταῖς ξυμβολαῖς τοῦ τε Ὑδραώτου καὶ τοῦ Ἀκεσίνου, ἵνα Ἡφαιστίων τε ἐπὶ τῆς στρατιᾶς ἦν καὶ Νέαρχος τὸ ναυτικὸν αὐτῷ εἶχενʼ, ὡς [δὲ] ἐπέλαζεν ἡ ναῦς ἤδη τῷ στρατοπέδῳ τὸν βασιλέα φέρουσα, κελεύει δὴ ἀφελεῖν τὴν σκηνὴν ἀπὸ τῆς πρύμνης, ὡς καταφανὴς εἶναι πᾶσιν.
13.2 οἱ δὲ ἔτι ἠπίστουν, ὡς νεκροῦ δῆθεν κομιζομένου Ἀλεξάνδρου, πρίν γε δὴ προσχούσης τῆς νεὼς τῇ ὄχθῃ ὁ μὲν τὴν χεῖρα ἀνέτεινεν ἐς τὸ πλῆθος· οἱ δὲ ἀνεβόησαν, ἐς τὸν οὐρανὸν ἀνασχόντες τὰς χεῖρας, οἱ δὲ πρὸς αὐτὸν Αλέξανδρον· πολλοῖς δὲ καὶ δάκρυα ἐπὶ τῷ ἀνελπίστῳ προεχύθη ἀκούσια. καὶ οἱ μὲν τῶν ὑπασπιστῶν κλίνην προσέφερον αὐτῷ ἐκκομιζομένῳ ἐκ τῆς νεώς, ὁ δὲ τὸν ἵππον προσαγαγεῖν ἐκέλευσεν.
13.3 ὡς δὲ ἐπιβὰς τοῦ ἵππου ὤφθη αὖθις, κρότῳ δὴ πολλῷ ἐπεκτύπησεν ἡ στρατιὰ πᾶσα, ἐπήχησαν δὲ αἵ τε ὄχθαι καὶ αἱ πλησίον αὐτῶν νάπαι. προσάγων δὲ ἤδη τῇ σκηνῇ καταβαίνει ἀπὸ τοῦ ἵππου, ὥστε καὶ βαδίζων ὀφθῆναι. οἱ δὲ ἐπέλαζον ἄλλος ἄλλοθεν, οἱ μὲν χειρῶν, οἱ δὲ γονάτων, οἱ δὲ τῆς ἐσθῆτος αὐτῆς ἁπτόμενοι, οἱ δὲ καὶ ἰδεῖν ἐγγύθεν καί τι καὶ ἐπευφημήσαντες ἀπελθεῖν· οἱ δὲ ταινίαις ἔβαλλον, οἱ δὲ ἄνθεσιν, ὅσα ἐν τῷ τότε ἡ Ἰνδῶν γῆ παρεῖχε.
13.4 Νέαρχος δὲ λέγει, ὅτι χαλεποὶ αὐτῷ τῶν φίλων Nearch. fr. 17 ἐγένοντο ὅσοι ἐκάκιζον, ὅτι αὐτὸς πρὸ τῆς στρατιᾶς κινδυνεύοι· οὐ γὰρ στρατηγοῦ ταῦτα, ἀλλὰ στρατιώτου εἶναι. καί μοι δοκεῖ ἄχθεσθαι Ἀλέξανδρος τοῖσδε τοῖς λόγοις, ὅτι ἀληθεῖς τε ὄντας ἐγίγνωσκε καὶ αὑτὸν ὑπαίτιον τῇ ἐπιτιμήσει. καὶ ὅμως ὑπὸ μένους τε τοῦ ἐν ταῖς μάχαις καὶ τοῦ ἔρωτος τῆς δόξης, καθάπερ οἱ ἄλλης τινὸς ἡδονῆς ἐξηττώμενοι, οὐ καρτερὸς ἦν ἀπέχεσθαι τῶν κινδύνων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi