Thesauros Edebiyat Tarih Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Kitap 6

8.4 αὐτὸς δὲ ἦγεν ἐπὶ τὴν μεγίστην τῶν Μαλλῶν πόλιν, ἵνα καὶ ἐκ τῶν ἄλλων πόλεων πολλοὺς ξυμπεφευγέναι αὐτῷ ἐξηγγέλλετο. ἀλλὰ καὶ ταύτην ἐξέλιπον οἱ Ἰνδοὶ ὡς προσάγοντα Ἀλέξανδρον ἔμαθον. διαβάντες δὲ τὸν Ὑδραώτην ποταμὸν ἐπὶ τοῖς ὄχθαις αὐτοῦ, ὅτι ὑψηλαὶ αἱ ὄχθαι ἦσαν, παρατεταγμένοι ἔμενον, ὡς εἴρξοντες τοῦ πόρου Ἀλέξανδρον.
8.5 καὶ ταῦτα ὡς ἤκουσεν, ἀναλαβὼν τὴν ἵππον τὴν ἅμα αὐτῷ πᾶσαν ᾔει ὡς ἐπὶ τὸν Ὑδραώτην, ἵναπερ παρατετάχθαι τοὺς Μαλλοὺς ἐξηγγέλλετο. οἱ δὲ πεζοὶ ἕπεσθαι αὐτῷ ἐτάχθησαν. ὡς δὲ ἀφίκετό τε ἐπʼ αὐτὸν καὶ ἐν τῷ πέραν τοὺς πολεμίους τεταγμένους κατεῖδεν, ὡς εἶχεν ἐκ τῆς ὁδοῦ ἐμβάλλει ἐς τὸν πόρον ξὺν τῇ ἵππῳ μόνῃ.
8.6 οἱ δὲ ἰδόντες ἐν μέσῳ τοῦ ποταμοῦ ὄντα ἤδη Ἀλέξανδρον κατὰ σπουδὴν μέν, ξυντεταγμένοι δὲ ὅμως ἀπεχώρουν ἀπὸ τῆς ὄχθης· καὶ Ἀλέξανδρος ξὺν μόνῃ τῇ ἵππῳ εἵπετο. ὡς δὲ κατεῖδον ἱππέας μόνους, ἐπιστρέψαντες οἱ Ἰνδοὶ καρτερῶς ἐμάχοντο πλῆθος ὄντες ἐς πέντε μυριάδας. καὶ Ἀλέξανδρος ὡς τήν τε φάλαγγα αὐτῶν πυκνὴν κατεῖδε καὶ αὐτῷ οἱ πεζοὶ ἀπῆσαν, προσβολὰς μὲν ἐποιεῖτο ἐς κύκλους παριππεύων, ἐς χεῖρας δὲ οὐκ ᾔει τοῖς Ἰνδοῖς.
8.7 καὶ ἐν τούτῳ παραγίγνονται αὐτῷ οἵ τε Ἀγριᾶνες καὶ ἄλλαι τάξεις τῶν ψιλῶν, ἃς δὴ ἐπιλέκτους ἅμα οἷ ἦγε, καὶ οἱ τοξόται· οὐ πόρρω δὲ οὐδὲ ἡ φάλαγξ ἐφαίνετο τῶν πεζῶν. καὶ οἱ Ἰνδοὶ ὁμοῦ σφισι πάντων τῶν δεινῶν προσκειμένων ἀποστρέψαντες ἤδη προτροπάδην ἔφευγον ἐς πόλιν ὀχυρωτάτην τῶν πλησίον.
8.8 καὶ Ἀλέξανδρος ἑπόμενός τε αὐτοῖς πολλοὺς ἔκτεινε καὶ ὡς ἐς τὴν πόλιν οἱ διαφυμγόντες κατειλήθησαν, πρῶτα μὲν τοῖς ἱππεῦσιν ἐξ ἐφόδου ἐκυκλώσατο τὴν πόλιν· ὡς δὲ οἱ πεζοὶ αὐτῷ παρῆσαν, ταύτῃ μὲν τῇ ἡμέρᾳ περιστρατοπεδεύει ἐν κύκλῳ τοῦ τείχους, ὅτι οὐ πολύ τε τῆς ἡμέρας ὑπελείπετο ἐς τὴν προσβολὴν καὶ ἡ στρατιὰ αὐτῷ ὑπό τε πορείας μακρᾶς οἱ πεζοὶ καὶ ὑπὸ διώξεως συνεχοῦς οἱ ἵπποι καὶ οὐχ ἥκιστα κατὰ τὸν πόρον τοῦ ποταμοῦ τεταλαιπωρήκεσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi