Kitap 7
14.4
οἱ δέ, τήν τε ἡμέραν ὅλην καὶ τὴν νύκτα ὅλην ἐρρῖφθαι ἐπὶ τῷ σώματι· οἱ δὲ καί, τὸν ἰατρὸν Γλαυκίαν ὅτι ἐκρέμασε, καὶ τοῦτο[ν] ὡς ἐπὶ φαρμάκῳ κακῶς δοθέντι, οἱ δέ, ὅτι οἴνου περιεῖδεν ἐμπλησθέντα θεωρῶν αὐτός· καὶ κείρασθαι Ἀλέξανδρον ἐπὶ τῷ νεκρῷ τὴν κόμην τά τε ἄλλα οὐκ ἀπεικότα τίθεμαι καὶ κατὰ ζῆλον τὸν Ἀχιλλέως, πρὸς ὅντινα ἐκ παιδὸς φιλοτιμία αὐτῷ ἦν· οἱ δὲ καί, τὸ ἅρμα ἐφʼ ὅτῳ τὸ σῶμα ἐφέρετο αὐτὸς ἔστιν ὅτε ὅτι ἡνιόχει,
14.5
τοῦτο οὐδαμῇ πιστὸν ἔμοιγε λέγοντες· ἄλλοι δέ, ὅτι καὶ τοῦ Ἀσκληπιοῦ τὸ ἕδος ἐν Ἐκβατάνοις κατασκάψαι ἐκέλευσε, βαρβαρικὸν τοῦτό γε καὶ οὐδαμῇ Ἀλεξάνδρῳ πρόσφορον, ἀλλὰ τῇ Ξέρξου μᾶλλόν τι ἀτασθαλίᾳ τῇ ἐς τὸ θεῖον καὶ ταῖς πέδαις ἃς λέγουσιν ἐς τὸν Ἑλλήσποντον καθεῖναι Ξέρξην, τιμωρούμενον δῆθεν τὸν Ἑλλήσποντον.
14.6
ἀλλὰ καὶ ἐκεῖνο οὐ πάντῃ ἔξω τοῦ εἰκότος ἀναγεγράφθαι μοι δοκεῖ, ὡς ἐπὶ Βαβυλῶνος ἤλαυνεν Ἀλέξανδρος, ἐντυχεῖν αὐτῷ κατὰ τὴν ὁδὸν πολλὰς πρεσβείας ἀπὸ τῆς Ἑλλάδος, εἶναι δὲ δὴ ἐν τούτοις Ἐπιδαυρίων πρέσβεις· καὶ τούτους ὧν τε ἐδέοντο ἐξ Ἀλεξάνδρου τυχεῖν καὶ ἀνάθημα δοῦναι αὐτοῖς Ἀλέξανδρον κομίζειν τῷ Ἀσκληπιῷ, ἐπειπόντα ὅτι· καίπερ οὐκ ἐπιεικῶς κέχρηταί μοι ὁ Ἀσκληπιός, οὐ σώσας μοι τὸν ἑταῖρον ὅντινα ἴσον τῇ ἐμαυτοῦ κεφαλῇ ἦγον. ἐναγίζειν τε ὅτι ἀεὶ ὡς ἥρωϊ ἐκέλευεν Ἡφαιστίωνι, τοῦτο μὲν πρὸς τῶν πλείστων ἀναγέγραπται·
14.7
οἱ δὲ λέγουσιν ὅτι καὶ εἰς Ἄμμωνος ἔπεμψεν ἐρησομένους τὸν θεὸν εἰ καὶ ὡς θεῷ θύειν συγχωρεῖ Ἡφαιστίωνι, τὸν δὲ οὐ ξυγχωρῆσαι.
14.8
ἐκεῖνα δὲ πρὸς πάντων ξυμφωνούμενα, ἐς τρίτην ἀπὸ τοῦ θανάτου τοῦ Ἡφαιστίωνος ἡμέραν μήτε σίτου γεύσασθαι Ἀλέξανδρον μήτε τινὰ θεραπείαν ἄλλην θεραπεῦσαι τὸ σῶμα, ἀλλὰ κεῖσθαι γὰρ ἢ ὀδυρόμενον ἢ πενθικῶς σιγῶντα· καὶ πυρὰν κελεῦσαι αὐτῷ ἑτοιμάζεσθαι ἐν Βαβυλῶνι ἀπὸ ταλάντων μυρίων, οἱ δὲ καὶ πλειόνων ἀνέγραψαν·