Thesauros Edebiyat Tarih Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
18.7 Ἑλλήνων δὲ Μήδιος μὲν ὁ Ὀξυθέμιδος Λαρισαῖος, Εὐμένης δὲ ὁ Ἱερωνύμου ἐκ Καρδίης, Κριτόβουλος δὲ δ Πλάτωνος Κῷος καὶ Θόας ὁ Μηνοδώρου καὶ Μαίανδρος ὁ Μανδρογένεος Μάγνητες.
18.8 Ἄνδρων δὲ ὁ Καβήλεω Τήιος, Κυπρίων δὲ Νικοκλέης ὁ Πασικράτεος Σόλιος, καὶ Νιθάφων ὁ Πνυταγόρεω Σαλαμίνιος. ἦν δὲ δὴ καὶ Πέρσης αὐτῷ τριήραρχος, Βαγώας ὁ Φαρνούχεω.
18.9 τῆς δὲ αὐτοῦ Ἀλεξάνδρου νεὸς κυβερνήτης ἦν Ὀνησίκριτος Ἀστυπαλαιεύς, γραμματεὺς δὲ τοῦ στόλου παντὸς Εὐαγόρας ὁ Εὐκλέωνος Κορίνθιος.
18.10 ναύαρχος δὲ αὐτοῖσιν ἐπεστάθη Νέαρχος ὁ Ἀνδροτίμου, τὸ γένος μὲν Κρὴς ὁ Νέαρχος, ᾤκεε δὲ ἐν Ἀμφιπόλι τῇ ἐπὶ Στρυμόνι.
18.11 ὡς δὲ ταῦτα ἐκεκόσμητο Ἀλεξάνδρῳ, ἔθυε τοῖσι θεοῖσιν ὅσοι γε πάτριοι ἢ μαντευτοὶ αὐτῷ, καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσι καὶ αὐτῷ τῷ Ὠκεανῷ, καὶ τῷ Ὑδάσπῃ ποταμῷ, ἀπʼ ὅτου ὡρμᾶτο, καὶ τῷ Ἀκεσίνῃ, ἐς ὅντινα ἐκδιδοῖ Ὑδάσπης, καὶ τῷ Ἰνδῷ, ἐς ὅντινα ἄμφω ἐκδιδοῦσιν·
18.12 ἀγῶνές τε αὐτῷ μουσικοί τε καὶ γυμνικοὶ ἐποιεῦντο, καὶ ἱερήϊα τῇ στρατιῇ πάσῃ κατὰ τέλεα ἐδίδοτο.
19.1 ὡς δὲ πάντα ἐξήρτυτο αὐτῷ ἐς ἀναγωγήν, Κράτερον μὲν τὰ ἐπὶ θάτερα τοῦ Ὑδάσπεω ἐπιέναι σὺν στρατιῇ ἐκέλευσε πεζικῇ τε καὶ ἱππικῇ· ἐς τὸ ἐπὶ θάτερα δὲ Ἡφαιστίων αὐτῷ προεπορεύετο, σὺν ἄλλῃ στρατιῇ πλείονι ἔτι τῆς Κρατέρῳ συντεταγμένης. καὶ τοὺς ἐλέφαντας Ἡφαιστίων αὐτῷ ἦγεν, ὄντας ἐς διηκοσίους.
19.2 αὐτὸς δὲ τούς τε ὑπασπιστὰς καλεομένους ἅμα οἷ ἦγε καὶ τοὺς τοξότας πάντας καὶ τῶν ἱππέων τοὺς ἑταίρους καλεομένους, τοὺς πάντας ἐς ὀκτακισχιλίους.
19.3 τοῖσι μὲν δὴ ἀμφὶ Κράτερον καὶ Ἡφαιστίωνα ἐτέτακτο ἵνα προπορευθέντες ὑπομένοιεν τὸν στόλον.
19.4 Φίλιππον δέ, ὅς αὐτῷ σατράπης τῆς χώρης ταύτης ἦν, ἐπὶ τοῦ Ἀκεσίνου ποταμοῦ τὰς ὄχθας πέμπει, ἅμα στρατιῇ πολλῇ καὶ τοῦτον·
19.5 ἤδη γὰρ καὶ δώδεκα μυριάδες αὐτῷ μαχιμοι εἵποντο σὺν οἷσιν ἀπὸ θαλάσσης τε αὐτὸς ἀνήγαγε καὶ αὖθις οἱ ἐπὶ συλλογῇ αὐτῷ στρατιῆς πεμφθέντες ἧκον ἔχοντες, παντοῖα ἔθνεα βαρβαρικὰ ἅμα οἷ ἄγοντι καὶ πᾶσαν ἰδέην ὡπλισμένα.
19.6 αὐτὸς δὲ ἄρας τῇσι νηυσὶ κατέπλωε κατὰ τὸν Ὑδάσπεα ἔστε ἐπὶ τοῦ Ἀκεσίνου τε καὶ τοῦ Ὑδάσπεω τὰς συμβολάς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi