Thesauros Edebiyat Tarih Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
43.11 Ἄννων δὲ ὁ Λίβυς ἐκ Καρχηδόνος ὁρμηθεὶς ὑπὲρ μὲν Ἡρακληίας στήλας ἐξέπλωσεν ἐς τὸν ἔξω πόντον, ἐν ἀριστερῇ τὴν Λιβύην ἔχων· καὶ ἔστε μὲν πρὸς ἀνίσχοντα ἥλιον ὁ πλόος αὐτῷ ἐγένετο τὰς πάσας πέντε καὶ τριήκοντα ἡμέρας·
43.12 ὡς δὲ δὴ ἐς μεσαμβρίην ἐξετράπετο, πολλῇσιν ἀμηχανίῃσιν ἐνετύγχανεν ὕδατός τε ἀπορίῃ καὶ καύματι ἐπιφλέγοντι καὶ ῥύαξι πυρὸς ἐς τὸν πόντον ἐμβάλλουσιν.
43.13 ἀλλὰ ἡ Κυρήνη γὰρ τῆς Λιβύης ἐν τοῖσι ἐρημοτέροισι πεπολισμένη ποιώδης τέ ἐστι καὶ εὔυδρος καὶ καρπῶν παντοίων καὶ κτηνέων πάμφορος ἔστε ἐπὶ τοῦ σιλφίου τὰς ἐκφύσιας· ὑπὲρ δὲ τὸ σίλφιον τὰ ἄνω αὐτῆς ἔρημα καὶ ψαμμώδεα.
43.13 οὗτός μοι ὁ λόγος ἀναγεγράφθω, φέρων καὶ αὐτὸς
43.14 ἐς Ἀλέξανδρον τὸν Φιλίππου, τὸν Μακεδόνα.
← Önceki 46 / 46

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi