Thesauros Edebiyat Tarih Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
8.10 καὶ Ἑλλήνων δὲ πάλαι καὶ Ῥωμαίων νῦν ὅσοι πολυκτέανοι καὶ εὐδαίμονες μέζονι ἔτι σπουδῇ ὠνέονται τὸν μαργαρίτην δὴ τὰν θαλάσσιον οὕτω τῇ Ἰνδῶν γλώσσῃ καλεόμενον. τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης θαλάσσης ἐς τὴν Ἰνδῶν δυναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ τῇ ἑωυτοῦ εἶναι κόσμον.
8.11 καὶ λέγει Μεγασθένης, θηρεύεσθαι αὐτοῦ τὴν κόγχην δικτύοισι, νέμεσθαι δὲ κατὰ τωὐτὸ πολλὰς κόγχας, κατάπερ τὰς μελίσσας. καὶ εἶναι γὰρ καὶ τοῖσι μαργαρίτῃσι βασιλέα ἢ βασίλισσαν, ὡς τῇσι μελίσσῃσι.
8.12 καὶ ὅστις μὲν ἐκεῖνον κατʼ ἐπιτυχίην συλλάβοι, τοῦτον μὲν εὐπετέως περιβάλλειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτέων· εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεύς, τούτοισι δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους. τοὺς ἑλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρᾶσθαι.
8.13 καὶ εἶναι γὰρ καὶ παρʼ Ἰνδοῖσι τὸν μαργαρίτην τριστάσιον κατὰ τιμὴν πρὸς χρυσίον τὸ ἄπεφθον, καὶ τοῦτο ἐν τῇ Ἰνδῶν γῇ ὀρυσσόμενον.
9.1 ἐν δὲ τῇ χώρῃ ταύτῃ, ἵνα ἐβασίλευσεν ἡ θυγάτηρ τοῦ Ἡρακλέος, τὰς μὲν γυναῖκας ἑπταέτεας ἐούσας ἐς ὥρην γάμου ἰέναι, τοὺς δὲ ἄνδρας τεσσαράκοντα ἔτεα τὰ πλεῖστα βιώσκεσθαι.
9.2 καὶ ὑπὲρ τούτου λεγόμενον λόγον εἶναι παρὰ Ἰνδοῖσιν. Ἡρακλέα, ὀψιγόνου οἱ γενομένης τῆς παιδός, ἐπεί τε δὴ ἐγγὺς ἔμαθεν ἑωυτῷ ἐοῦσαν τὴν τελευτήν, οὐκ ἔχοντα ὅτῳ ἀνδρὶ ἐκδῷ τὴν παῖδα ἑωυτοῦ ἐπαξίῳ, αὐτὸν μιγῆναι τῇ παιδὶ ἑπταέτεϊ ἐούσῃ, ὡς γένος ἐξ οὗ τε κἀκείνης ὑπολείπεσθαι Ἰνδῶν βασιλέας. ποιῆσαι ὦν αὐτὴν Ἡρακλέα ὡραίην γάμου·
9.3 καὶ ἐκ τοῦδε ἅπαν τὸ γένος2τοῦτο ὅτου ἡ Πανδαίη ὑπῆρξε τωὐτὸν τοῦτο γέρας ἔχειν παρὰ Ἡρακλέος.
9.4 ἐμοὶ δὲ δοκέει, εἴπερ ὦν τὰ ἐς τοσόνδε ἄτοπα Ἡρακλέης οἷός τε ἦν ἐξεργάζεσθαι, κἄν ἑωυτὸν ἀποφῆναι μακροβιώτερον, ὡς ὡραίῃ μιγῆναι τῇ παιδί.
9.5 ἀλλὰ γὰρ εἰ τὰ ὑπὲρ τῆς ὥρης τῶν ταύτῃ παίδων ἀτρεκέα ἐς τωὐτὸν φέρειν δοκέει ἔμοιγε ἐς ὅ τι περ καὶ τὸ ὑπὲρ τῶν ἀνδρῶν τῆς ἡλικίης ὅτι τεσσαρακοντούτεες ἀποθνήσκουσιν οἱ πρεσβύτατοι αὐτῶν.
9.6 0ἷς γὰρ τό τε γῆρας τοσῷδε ταχύτερον ἐπέρχεται καὶ ὁ θάνατος ὁμοῦ τῷ γήραϊ, πάντως κου καὶ ἡ ἀκμὴ πρὸς λόγον τοῦ τέλεος ταχυτέρη ἐπανθέει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi