Thesauros Edebiyat Tarih Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου Arrian
15.2 ἀπὸ δὲ Ἅλυος ποταμοῦ ἐς Ναύσταθμον στάδιοι ἐνενήκοντα, ἵναπερ καὶ λίμνη ἐστίν. ἐνθένδε ἐς Κωνώπιον ἄλλην λίμνην ἄλλοι αὖ πεντήκοντα. ἀπὸ σὲ Κωνωπίου ἐς Εὐσήνην ἑκατὸν καὶ εἴκοσιν. ἐνθένδε ἐς Ἀμισὸν
15.3 ἑκατὸν καὶ ἑξήκοντα. Ἀμισός, πόλις Ἑλληνίς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάσσῃ οἰκεῖται. ἀπὸ δὲ Ἀμισοῦ ἐς Ἀγκῶνα λιμένα, ἵναπερ καὶ ὁ Ἶρις ἐσβάλλει ἐς τὸν Πόντον, στάδιοι ἐξήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ τοῦ Ἴριος τῶν ἐκβολῶν ἐς Ἡράκλειον ἑξήκοντα καὶ τριακόσιοι· ὅρμος ναυσίν. ἐνθένδε ἐπὶ τὸν Θερμώδοντα ποταμὸν τεσσαράκοντα. οὗτος ὁ Θερμώδων ἐστίν, ἵναπερ αἱ Ἀμαζόνες οἰκῆσαι λέγονται. ἀπὸ δὲ Θερμώδοντος ἐς Βῆριν ποταμὸν στάδιοι ἐνενήκοντα.
16.1 ἐνθένδε ἐς Θόαριν ποταμὸν ἐξήκοντα. ἀπὸδὲ Θοάριος ἐς Οἰνόην τριάκοντα. ἀπὸ Οἰνόης ἐς Φιγαμοῦντα ποταμὸν τεσσαράκοντα. ἐνθένδε ἐς Φαδισάνην φρούριον πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Πολεμώνιον
16.2 πόλιν στάδιοι δέκα. ἀπὸ Πολεμωνίου ἐς ἄκραν Ἰασόνιον καλουμένην στάδιοι τριάκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Κιλίκων νῆσον πεντεκαίδεκα στάδιοι. ἀπὸ
16.3 δὲ Κιλίκων νήσου ἐς Βοῶνα πέντε καὶ ἑβδομήκοντα. ἐν Βοῶνι ὅρμος ναυσίν. ἐνθένδε ἐς Κοτύωρα ἐνενήκοντα. ταύτης ὡς πόλεως Ξενοφῶν ἐμνημόνευσεν, καὶ λέγει Σινωπέων ἄποικον εἶναι· νῦν δὲ κώμη ἐστίν, καὶ οὐδὲ αὐτὴ μεγάλη. ἀπὸ Κοτυώρων ἐς Μελάνθιον ποταμὸν στάδιοι μάλιστα ἑξήκοντα. ἐνδένδε ἐς Φαρματηνὸν ἄλλον ποταμὸν πεντήκοντα καὶ ἑκατὸν. καὶ ἔνθεν ἐς Φαρνακίαν εἴκοσι καὶ ἑκατόν. αὕτη ἡ Φαρνακία πάλαι
16.4 Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη ἄποικος. ἐνθένδε ἐς τὴν Ἀρητιάδα νῆσον τριάκοντα. καὶ ἔνθεν ἐς Ζεφύριον εἴκοσι καὶ ἑκατόν· ὅρμος ναυσίν. ἀπὸ δὲ Ζεφυρίου ἐς Τρίπολιν στάδιοι ἐνενήκοντα. ἐνθένδε ἐς τὰ Ἀργύρια στάδιοι εἴκοσιν. ἐκ δὲ τῶν Ἀργυρίων ἐς
16.5 Φιλοκάλειαν ἐνενήκοντα. ἐνθένδε ἐς Κόραλλα ἑκατόν. ἀπὸ δὲ Κοράλλων ἐς Ἱερὸν ὄρος πεντήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Ἱεροῦ ὄρους ἐς Κορδύλην τεσσαράκοντα·
16.6 ὅρμος ναυσίν. ἀπὸ δὲ Κορδύλης ἐς Ἑρμώνασσαν πέντε καὶ τεσσαράκοντα. καὶ δεῦρο ὅρμος. ἀπὸ δὲ Ἑρμωνάσσης ἐς Τραπεζοῦντα στάδιοι ἑξήκοντα. ἐνταῦθα σὺ ποιεῖς λιμένα· πάλαι γάρ, ὅσον ἀποσαλεύειν ὥρᾳ ἔτους, ὅρμος ᾖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi