Thesauros Edebiyat Tarih Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου Arrian
20.3 ἐνθένδε ἔχεται Ἰσιακῶν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα. καὶ ἔνθεν ἐς τὸ Ψιλὸν καλούμενον στόμα τοῦ Ἴστρου διακόσιοι καὶ χίλιοι. τὰ δὲ ἐν μέσῳ ἔρημα καὶ ἀνώνυμα.
21.1 κατὰ τοῦτο μάλιστα τὸ στόμα ἐπʼ εὐθὺ πλέοντι ἀνέμῳ ἀπαρκτίᾳ ἰδίως τό πέλαγος νῆσος πρόκειται, ἥντινα οἳ μὲν Ἀχιλλέως νῆσον, οἳ δὲ Δρόμον Ἀχιλλέως, οἳ δὲ Λευκὴν ἐπὶ τῆς χρόας ὀνομάζουσιν. ταύτην λέγεται Θέτις ἀνεῖναι τῷ παιδί, καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα. καὶ νεώς ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ ξόανον τῆς παλαιᾶς ἐργασίας.
21.2 ἡ δὲ νῆσος ἀνθρώπων μὲν ἐρήμη ἐστίν, νέμεται δὲ αἰξὶν οὐ πολλαῖς. καὶ ταύτας ἀνατιθέναι λέγονται τῷ Ἀχιλλεῖ ὅσοι προσίσχουσι. καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται ἐν τῷ νεῷ, φιάλαι καὶ δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέρων, καὶ ἐπιγράμματα, τὰ μὲν Ῥωμαῖκῶς τὰ Ἑλληνικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ Ἀχιλλέως. ἔστιν δὲ ἃ καὶ
21.3 τοῦ Πατρόκλου· καὶ γὰρ καὶ τὸν Πάτροκλον τιμῶσιν σὺν τῷ Ἀχιλλεῖ ὅσοι τῷ Ἀχιλλεῖ χαρίζεσθαι ἐθέλουσιν. ὄρνιθες δὲ πολλοὶ αὐλίζονται ἐν τῇ νήσῳ, λάροι καὶ αἴθυιαι καὶ κορῶναι αἱ θαλάσσιαι τὸ πλῆθος οὐ σταθμητοί. οὗτοι οἱ ὄρνιθες θεραπεύουσιν τοῦ Ἀχιλλέως τὸν
21.4 νεών. ἕωθεν ὁσημέραι καταπέτονται ἐς τὴν θάλασσαν· ἔπειτα ἀπὸ τῆς θαλάσσης βεβρεγμένοι τὰ πτερὰ σπουδῇ αὖ ἐσπέτονται ἐς τὸν νεών, καὶ ῥαίνουσιν τὸν νεών. ἐπειδὰν δὲ καλῶς ἔχῃ, οἳ δὲ ἐκκαλλύνουσιν αὖ τὸ ἔδαφος τοῖς πτεροῖς. οἳ δὲ καὶ τάδε ἱστοροῦσιν. τῶν προσεσχηκότων τῇ
22.1 νήσῳ ἱερεῖα τοὺς μὲν ἐξεπίτηδες πλέοντας ἐς αὐτὴν ἐπὶ ταῖς ναυσὶν κομίζειν, καὶ τούτων τὰ μὲν καταθύειν τὰ δὲ ἀφιέναι τῷ Ἀχιλλεῖ· τοὺς δέ τινας ὑπὸ χειμῶνος
22.2 ἐξαναγκασθέντας προσέχειν, καὶ τούτους παρʼ αὐτοῦ τοῦ θεοῦ αἰτεῖν ἱερεῖον, χρωμένους περὶ τῶν ἱερείων, εἰ λῷόν σφισιν καὶ ἄμεινον θῦσαι ὅτι περ ἂν αὐτοὶ τῇ γνώμῃ ἐπιλέξαιντο νεμόμενον, τιμὴν ἅμα καταβάλλοντες τὴν ἀξίαν σφίσιν δοκοῦσαν. εἰ δὲ ἀπαγορεύοι ὁ
22.3 χρησμός — εἶναι γὰρ χρησμοὺς ἐν τῷ νεῷ —, προσβάλλειν τῇ τιμῇ· εἰ δὲ ἔτι ἀπαγορεύοι, ἔτι προσβάλλειν. συγχωρήσαντος δὲ γιγνώσκειν ὅτι ἀποχρῶσα ἡ τιμή ἐστιν. τὸ δὲ ἱερεῖον ἵστασθαι ἐπὶ τῷδε αὐτόματον, μηδὲ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi