Thesauros Edebiyat Tarih Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου Arrian
24.5 ὅρμος ναυσίν. καὶ ἐκ Μεσημβρίας ἐς Ἀγχίαλον πόλιν στάδιοι ἑβδομήκοντα, καὶ ἐξ Ἀγχιάλου ἐς Ἀπολλωνίαν ὀγδοήκοντα καὶ ἑκατόν. αὗται πᾶσαι αἱ πόλεις Ἑλληνίδες
24.6 εἰσίν, ᾠκισμέναι ἐν τῇ Σκυθίᾳ, ἐν ἀριστερᾷ ἐσπλέοντι ἐς τὸν Πόντον. ἐκ δὲ Ἀπολλωνίας ἐς Χερρόνησον στάδιοι ἑξήκοντα· ὅρμος ναυσίν. καὶ ἐκ Χερρονήσου ἐς Αὐλαίου τεῖχος πεντήκοντα καὶ διακόσιοι. ἐνθένδε ἐς Θυνιάδα ἀκτὴν εἴκοσι καὶ ἑκατόν. ἀπὸ δὲ Θυνιάδος ἐς Σαλμυδησσὸν στάδιοι διακόσιοι.
25.1 τούτου τοῦ χωρίου μνήμην πεποίηται Ξενοφῶν ὁ πρεσβύτερος, καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθεῖν τῶν Ἑλλήνων, ἧς αὐτὸς ἡγήσατο, ὅτε τὰ τελευταῖα σὺν Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσεν. καὶ περὶ τὴς ἀλιμενότητος τοῦ
25.2 χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταῦθα ἐκπίπτει τὰ πλοῖα χειμῶνι βιαζόμενα, καὶ οἱ Θρᾷκες οἱ πρόσχωροι ὅτι ὑπὲρ τῶν ναυαγίων ἐν σφίσιν διαμάχονται. ἀπὸ δὲ Σαλμυδησσοῦ
25.3 ἐς Φρυγίαν στάδιοι τριάκοντα καὶ τριακόσιοι. ἐνθένδε ἐπὶ Κυανέας εἴκοσι καὶ τριακόσιοι. αὗται δὲ αἱ Κυάνεαί εἰσιν, ἃς λέγουσιν οἱ ποιηταὶ πλαγκτὰς πάλαι εἶναι, καὶ διὰ τούτων πρώτην ναῦν περᾶσαι τὴν Ἀργώ, ἥτις ἐς Κόλχους Ἰάσονα ἤγαγεν ἐκ δὲ Κυανέων ἐπὶ τὸ
25.4 ἱερὸν τοῦ Διὸς τοῦ Οὐρίου, ἵναπερ τὸ στόμα τοῦ Πόντου, στάδιοι τεσσαράκοντα. ἐνθένδε ἐς λιμένα Δάφνης τῆς Μαινομένης καλουμένης στάδιοι τεσσαράκοντα. ἀπὸ δὲ Δάφνης ἐς Βυζάντιον ὀγδοήκοντα. τάδε μὲν καὶ τὰ ἀπὸ τοῦ Βοσπόρου τοῦ Κιμμερίου ἐπὶ Βόσπορον τὸν Θρᾴκιον καὶ πόλιν Βυζάντιον.
← Önceki 15 / 15

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi