Thesauros Edebiyat Tarih Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου Arrian
9.5 ἐπειδὴ δὲ καὶ τὸν ὅρμον ἐχρῆν ἀσφαλῆ εἶναι ταῖς ναυσὶ καὶ ὅσα ἔξω τοῦ φρουρίου κατῳκεῖτο ὑπό τε τῶν πεπαυμένων τῆς στρατιᾶς καί τινων καὶ ἄλλων ἐμπορικῶν ἀνθρώπων, ἔδοξέ μοι ἀπὸ τῆς διπλῆς τάφρου, ἣ περιβέβληται τῷ τείχει, ἄλλην τάφρον ἐμβαλεῖν ὡς ἐπὶ .τὸν ποταμόν, ἣ τό τε ναύσταθμον περιέξει καὶ τὰς ἔξω τοῦ τείχους οἰκίας.
10.1 ἀπὸ δὲ τοῦ Φάσιδος Χαρίεντα ποταμὸν παρημείψαμεν ναυσίπορον· στάδιοι μεταξὺ ἀμφοῖν ἐνενήκοντα. καὶ ἀπὸ τοῦ Χαρίεντος ἐς Χῶβον ποταμὸν ἐσεπλεύσαμεν ἄλλους ἐνενήκοντα, ἵναπερ καὶ ὡρμίσθημεν. ὧν δὲ ἕνεκα, καὶ ὅσα ἐνταῦθα ἐπράξαμεν, δηλώσει σοι τὰ Ῥωμαϊκὰ
10.2 γράμματα. ἀπὸ δὲ τοῦ Χώβου Σιγγάμην ποταμὸν παρημείψαμεν ναυσίπορον· διέχει δὲ τοῦ Χώβου σταδίους ἐς δέκα καὶ διακοσίους μάλιστα. ἔχεται δὲ τοῦ Σιγγάμου Ταρσούρας ποταμός· στάδιοι εἴκοσι καὶ ἑκατὸν μεταξὺ ἀμφοῖν. ὁ δὲ Ἵππος ποταμὸς τοῦ Ταρσούρου πεντήκοντα σταδίους καὶ ἑκατὸν διέχει, καὶ τοῦ Ἵππου ὁ Ἀστέλεφος τριάκοντα.
10.3 παραμείψαντες δὲ τὸν Ἀστέλεφον ἐς Σεβαστόπολιν ἥκομεν πρὸ μεσημβρίας, ἀπὸ Χώβου ὁρμηθέντες, σταδίους εἴκοσι καὶ ἑκατὸν τοὺς ἀπὸ Ἀστελέφου, ὡς καὶ τὴν μισθοφορὰν τοῖς στρατιώταις δοῦναι τῆς αὐτῆς ἡμέρας, καὶ τοὺς ἵππους καὶ τὰ ὅπλα ἰδεῖν καὶ τοὺς ἱππέας ἀναπηδῶντας ἐπὶ τοὺς ἵππους καὶ τοὺς κάμνοντας καὶ τὸν σῖτον, καὶ τὸ τεῖχος περιελθεῖν καὶ τὴν τάφρον. στάδιοι ἀπὸ Χώβου
10.4 ἐς Σεβαστόπολιν τριάκοντα καὶ ἑξακόσιοι· ἀπὸ Τραπεζοῦντος δὲ ἐς Σεβαστόπολιν ἑξήκοντα καὶ διακόσιοι καὶ δισχίλιοι. ἡ δὲ Σεβαστόπολις πάλαι Διοσκουριὰς ἐκαλεῖτο, ἄποικος Μιλησίων. ἔθνη δὲ παρημείψαμεν τάδε.
11.1 Τραπεζουντίοις μέν, καθάπερ καὶ Ξενοφῶν λέγει, Κόλχοι ὅμοροι. καὶ οὓς λέγει τοὺς μαχιμωτάτους καὶ ἐχθροτάτους εἶναι τοῖς Τραπεζουντίοις, ἐκεῖνος μὲν Δρίλας ὀνομάζει, ἐμοὶ δὲ δοκοῦσιν οἱ Σάννοι οὗτοι εἶναι. καὶ γὰρ μαχιμώτατοί εἰσιν ἐς τοῦτο ἔτι καὶ τοῖς Τραπεζουντίοις ἐχθρότατοι, καὶ χωρία ὀχυρὰ οἰκοῦσιν, ἔθνος ἀβασίλευτον καὶ πάλαι

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi