Thesauros Edebiyat Tarih Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου Arrian
12.3 ἐς τὴν Προποντίδα. ταῦτα μὲν εἰδότι σοι λέγω. ἀπὸ δὲ τοῦ Ἱεροῦ πλέοντι ἐν δεξιᾷ Ῥήβας ποταμός· σταδίους διέχει τοῦ Ἱεροῦ τοῦ Διὸς ἐνενήκοντα. ἔπειτα ἡ Μέλαινα ἄκρα ὧδε καλουμένη, πεντήκοντα καὶ ἑκατόν. ἀπὸ Μελαίνης ἄκρας ἐς Ἀρτάνην ποταμόν, ἵνα καὶ ὅρμος ναυσὶ σμικραῖς πρὸς ἱερῷ Ἀφροδίτης, πεντήκοντα ἄλλοι καὶ ἑκατόν.
12.4 ἀπὸ δὲ Ἀρτάνου ἐς Ψίλλιν ποταμὸν πεντήκοντα καὶ ἑκατόν· καὶ πλοῖα σμικρὰ ὁρμίζοιτο ἂν πρὸς τῇ πέτρᾳ τῇ ἀνεχούσῃ οὐ πόρρω ἀπὸ τοῦ ποταμοῦ τῶν ἐκβολῶν. ἐνθένδε ἐς Κάλπης λιμένα δέκα καὶ διακόσιοι
12.5 στάδιοι. ὁ δὲ Κάλπης λιμὴν ὁποῖόν τι χωρίον ἐστιν καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὕδατος, καὶ ὅτι ὗλαι πρὸς τῇ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται. ἀπὸ Κάλπης λιμένος ἐς Ῥόην στάδιοι εἴκοσιν· ὅρμος
13.1 ναυσὶ σμικραῖς. ἀπὸ Ῥόης ἐς Ἀπολλωνίαν νῆσον σμικράν, ὀλίγον διέχουσαν τῆς ἠπείρου, ἄλλοι εἴκοσι. λιμὴν ὑπὸ τῇ νησῖδι. καὶ ἔνθεν ἐς Χηλὰς στάδιοι εἴκοσιν. ἀπὸ Χηλῶν ὀγδοήκοντα καὶ ἑκατόν, ἵναπερ Σαγγάριος ποταμὸς ἐσβάλλει ἐς τὸν Πόντον. ἐνθένδε ἐς τοῦ Ὑπίου
13.2 τὰς ἐκβολὰς ἄλλοι ὀγδοήκοντα καὶ ἑκατόν. ἐς δὲ Λίλλιον ἐμπόριον ἀπὸ τοῦ Ὑπίου στάδιοι ἑκατόν, καὶ ἀπὸ τοῦ Λιλλίου ἐς Ἐλαῖον ἑξήκοντα. ἐνθένδε ἐς Κάλητα, ἄλλο ἐμπόριον, εἴκοσι καὶ ἑκατόν. ἀπὸ Κάλητος
13.3 ἐς Λύκον ποταμὸν ὀγδοήκοντα, ἀπὸ δὲ Λύκου ἐς Ἡράκλειαν πόλιν Ἑλληνίδα Δωρικήν, Μεγαρέων ἄποικον, στάδιοι εἴκοσιν. ἐν Ἡρακλείᾳ ὅρμος ναυσίν, ἀπὸ δὲ Ἡρακλείας ἐπὶ μὲν τὸ Μητρῷον καλούμενον στάδιοι ὀγδοήκοντα. ἐνθένδε ἐς τὸ Ποσείδειον τεσσαράκοντα,
13.4 καὶ ἔνθεν ἐς Τυνδαρίδας πέντε καὶ τεσσαράκοντα, πέντε δὲ καὶ δέκα ἐνθένδε ἐπὶ τὸ Νυμφαῖον. καὶ ἀπὸ τοῦ Νυμφαίου ἐπὶ τὸν Ὀξίναν ποταμὸν τριάκοντα. καὶ ἀπὸ Ὀξίνα ἐς Σανδαράκην ἐνενήκοντα. Σανδαράκη ὅρμος ναυσὶ σμικραῖς. ἐνθένδε ἐς Κρηνίδας ἑξήκοντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi