Thesauros Edebiyat Tarih Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
31.5 οὐδὲν δὲ ὡσαύτως ἀγαθὸν ἔν τε πορείαις καὶ ἐν μάχαις ὡς σιγὴ τοῦ παντὸς στρατεύματος. καὶ τοῦτό γε καὶ Ὅμηρος ἐν τῇ ποιήσει ἐδήλωσεν· περὶ μὲν γὰρ τῶν ἡγεμόνων τῶν Ἑλλήνων φησίν κέλευε δὲ οἷσιν ἕκαστος ἡγεμόνων περὶ δὲ τῆς στρατιᾶς οἱ δʼ ἄλλοι ἀκὴν ἴσαν ʽοὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν’ σιγῇ δειδιότες σημάντορας. τῶν δὲ δὴ βαρβάρων τὴν ἀταξίαν δηλῶσαι ἐθελήσας, κλαγγῇ καὶ ἐνοπῇ φησὶν ἰέναι τοὺς Τρῶας ἴσα καὶ ὄρνιθας. καὶ αὖ ἐν ἄλλοις ἔπεσι τῶν δʼ ὥστʼ ὀρνίθων πετεηνῶν φησίν ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων. καὶ ἐπεξελθὼν τῶν ὀρνίθων τὸν θόρυβον ὣς Τρώων ἀλαλητός φησίν ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς. ὑπὲρ δὲ τῶν Ἑλλήνων οἳ δʼ ἄρʼ ἴσαν σιγῇ φησίν μένεα πνείοντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν, ἡ δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.
32.1 τὰ παραγγέλματα δὲ ἔστω τοιάδε. ἄγε ἐς τὰ ὅπλα. ὁ ὁπλοφόρος ἀπίτω ἀπὸ τῆς φάλαγγος. σίγα καὶ πρόσεχε τῷ παραγγελλομένῳ. ἄνω τὰ δόρατα. κάθες τὰ δόρατα. ὁ οὐραγὸς τὸν λόχον ἀπευθυνέτω. τήρει τά διαστήματα. ἐπὶ δόρυ κλῖνον. ἐπʼ ἀσπίδα κλῖνον. πρόαγε. ἐχέτω οὕτως. ἐς ὀρθὸν ἀπόδος. τὸ βάθος διπλασίαζε, ἀποκατάστησον. τὸν Λάκωνα ἐξέλισσε, ἀποκατάστησον. ἐπὶ δόρυ ἐκπερίσπα, ἀποκατάστησον. τάδε μέν,
32.2 ὥσπερ ἐν τέχνῃ, διʼ ὀλίγων ἐδήλωσα ἱκανὰ ὑπέρ γε τῶν πάλαι Ἑλληνικῶν τε καὶ Μακεδονικῶν τάξεων, ὅστις μηδὲ τούτων ἀπείρως ἐθέλοι ἔχειν· ἐγὼ δὲ τὰ ἱππικὰ γυμνάσια,
32.3 ὅσα Ῥωμαῖοι ἱππῆς γυμνάζονται, ἐν τῷ παρόντι ἐπεξελθών, ὅτι τὰ πεζικὰ ἔφθην δηλῶσαι ἐν τῇ συγγραφῇ ἥντινα ὑπὲρ αὐτοῦ τοῦ βασιλέως συνέγραψα, τέλος ποιήσομαι τοῦ λόγου τοῦ τακτικοῦ. καίτοι οὐκ ἀγνοῶ χαλεπὴν ἐσομένην τὴν δήλωσιν
33.1 τῶν ὀνομάτων ἑκάστων, ὅτι οὐδὲ αὐτοῖς Ῥωμαίοις τὰ πολλὰ τῆς πατρίου φωνῆς ἔχεται ἀλλʼ ἔστιν ἃ τῆς Ἰβήρων ἢ Κελτῶν, ἐπεὶ τὰ πράγματα αὐτὰ Κελτικὰ ὄντα προσέλαβον, εὐδοκιμήσαντος αὐτοῖς ἐν ταῖς μάχαις τοῦ Κελτῶν ἱππικοῦ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi