Kitap 1
12.1
εὑρὼν δὲ χώραν πολλὴν μὲν εἰς νομάς, πολλὴν δὲ εἰς ἀρότους εὔθετον, ἔρημον δὲ τὴν πλείστην καὶ οὐδὲ τὴν οἰκουμένην πολυάνθρωπον, ἀνακαθήρας τὸ βάρβαρον ἐκ μέρους τινὸς αὐτῆς ᾤκισε πόλεις μικρὰς καὶ συνεχεῖς ἐπὶ τοῖς ὄρεσιν, ὅσπερ ἦν τοῖς παλαιοῖς τρόπος οἰκήσεως συνήθης. ἐκαλεῖτο δὲ ἥ τε χώρα πᾶσα πολλὴ οὖσα ὅσην κατέσχεν Οἰνωτρία, καὶ οἱ ἄνθρωποι πάντες ὅσων ἦρξεν Οἴνωτροι, τρίτην μεταλαβόντες ὀνομασίαν ταύτην. ἐπὶ μὲν γὰρ Αἰζειοῦ βασιλεύοντος Αἰζειοὶ ἐλέγοντο, Λυκάονος δὲ παραλαβόντος τὴν ἀρχὴν ἀπʼ ἐκείνου αὖθις Λυκάονες ὠνομάσθησαν, Οἰνώτρου δὲ κομίσαντος αὐτοὺς εἰς Ἰταλίαν Οἴνωτροι χρόνον τινὰ ἐκλήθησαν.
12.2
μαρτυρεῖ δέ μοι τῷ λόγῳ Σοφοκλῆς μὲν ὁ τραγῳδοποιὸς ἐν Τριπτολέμῳ δράματι· πεποίηται γὰρ αὐτῷ Δημήτηρ διδάσκουσα τὸν Τριπτόλεμον, ὅσην χώραν ἀναγκασθήσεται σπείρων τοῖς δοθεῖσιν ὑπʼ αὐτῆς καρποῖς διεξελθεῖν· μνησθεῖσα δὲ τῆς ἑῴου πρῶτον Ἰταλίας, ἥ ἐστιν ἀπʼ ἄκρας Ἰαπυγίας μέχρι πορθμοῦ Σικελικοῦ, καὶ μετὰ τοῦτο τῆς ἀντικρὺ ἁψαμένη Σικελίας, ἐπὶ τὴν ἑσπέριον Ἰταλίαν αὖθις ἀναστρέφει καὶ τὰ μέγιστα τῶν οἰκούντων τὴν παράλιον ταύτην ἐθνῶν διεξέρχεται, τὴν ἀρχὴν ἀπὸ τῆς Οἰνώτρων οἰκήσεως ποιησαμένη. ἀπόχρη δὲ ταῦτα μόνα λεχθέντα τῶν ἰαμβείων, ἐν οἷς φησι· τὰ δʼ ἐξόπισθε, χειρὸς εἰς τὰ δεξιά, Οἰνωτρία τε πᾶσα καὶ Τυρρηνικὸς κόλπος Λιγυστική τε γῆ σε δέξεται.