Kitap 1
12.3
Ἀντίοχος δὲ ὁ Συρακούσιος, συγγραφεὺς πάνυ ἀρχαῖος, ἐν Ἰταλίας οἰκισμῷ τοὺς παλαιοτάτους οἰκήτορας διεξιὼν, ὡς ἕκαστοί τι μέρος αὐτῆς κατεῖχον, Οἰνώτρους λέγει πρώτους τῶν μνημονευομένων ἐν αὐτῇ κατοικῆσαι, εἰπὼν ὧδε· ʽἈντίοχος Ξενοφάνεος τάδε συνέγραψε περὶ Ἰταλίης ἐκ τῶν ἀρχαίων λόγων τὰ πιστότατα καὶ σαφέστατα· τὴν γῆν ταύτην, ἥτις νῦν Ἰταλίη καλεῖται, τὸ παλαιὸν εἶχον Οἴνωτροἰ. ἔπειτα διεξελθὼν ὃν τρόπον ἐπολιτεύοντο, καὶ ὡς βασιλεὺς ἐν αὐτοῖς Ἰταλὸς ἀνὰ χρόνον ἐγένετο, ἀφʼ οὗ μετωνομάσθησαν Ἰταλοί, τούτου δὲ τὴν ἀρχὴν Μόργης διεδέξατο, ἀφʼ οὗ Μόργητες ἐκλήθησαν, καὶ ὡς Σικελὸς ἐπιξενωθεὶς Μόργητι ἰδίαν πράττων ἀρχὴν διέστησε τὸ ἔθνος, ἐπιφέρει ταυτί· ʽοὕτω δὲ Σικελοὶ καὶ Μόργητες ἐγένοντο καὶ Ἰταλίητες ἐόντες Οἴνωτροἰ.
13.1
φέρε δὴ καὶ τὸ γένος ὅθεν ἦν τὸ τῶν Οἰνώτρων ἀποδείξωμεν, ἕτερον ἄνδρα τῶν ἀρχαίων συγγραφέων παρασχόμενοι μάρτυρα, Φερεκύδην τὸν Ἀθηναῖον, γενεαλόγων οὐδενὸς δεύτερον. πεποίηται γὰρ αὐτῷ περὶ τῶν ἐν Ἀρκαδίᾳ βασιλευσάντων ὅδε ὁ λόγος· Πελασγοῦ καὶ Δηιανείρης γίνεται Λυκάων· οὗτος γαμεῖ Κυλλήνην, Νηίδα νύμφην, ἀφʼ ἧς τὸ ὄρος ἡ Κυλλήνη καλεῖταἰ. ἔπειτα τοὺς ἐκ τούτων γεννηθέντας διεξιὼν καὶ τίνας ἕκαστοι τόπους ᾤκησαν, Οἰνώτρου καὶ Πευκετίου μιμνήσκεται λέγων ὧδε· ʽκαὶ Οἴνωτρος, ἀφʼ οὗ Οἴνωτροι καλέονται οἱ ἐν Ἰταλίῃ οἰκέοντες, καὶ Πευκέτιος, ἀφʼ οὗ Πευκέτιοι καλέονται οἱ ἐν τῷ Ἰονίῳ κόλπᾠ. τὰ
13.2
μὲν οὖν ὑπὸ τῶν παλαιῶν εἰρημένα ποιητῶν τε καὶ μυθογράφων περί τε οἰκήσεως καὶ γένους τῶν Οἰνώτρων τοιαῦτά ἐστιν· οἷς ἐγὼ πειθόμενος, εἰ τῷ ὄντι Ἑλληνικὸν φῦλον ἦν τὸ τῶν Ἀβοριγίνων, ὡς Κάτωνι καὶ Σεμπρωνίῳ καὶ πολλοῖς ἄλλοις εἴρηται, τούτων ἔγγονον αὐτῶν τῶν Οἰνώτρων ὑποτίθεμαι. τὸ γὰρ δὴ Πελασγικὸν καὶ τὸ Κρητικὸν καὶ ὅσα ἄλλα ἐν Ἰταλίᾳ ᾤκησεν, ὑστέροις εὑρίσκω χρόνοις ἀφικόμενα. παλαιότερον δὲ τούτου στόλον ἀπαναστάντα τῆς Ἑλλάδος εἰς τὰ προσεσπέρια τῆς Εὐρώπης οὐδένα δύναμαι καταμαθεῖν.