Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 1

14.4 ἀπὸ δὲ σταδίων ἀγδοήκοντα Ῥεάτου τοῖς ἰοῦσι διὰ τῆς Κουρίας ὁδοῦ παρὰ Κόρητον ὄρος Κόρσουλα νεωστὶ διεφθαρμένη. δείκνυται δέ τις καὶ νῆσος, Ἴσσα αὐτῇ ὄνομα, λίμνῃ περίρρυτος, ἣν χωρὶς ἐρύματος ποιητοῦ κατοικῆσαι λέγονται τοῖς τέλμασι τῆς λίμνης ὁπόσα τείχεσι χρώμενοι. πλησίον δὲ τῆς Ἴσσης Μαρούιον ἐπὶ τῷ μυχῷ τῆς αὐτῆς λίμνης κειμένη, τετταράκοντα σταδίους ἀπέχουσα τῶν καλουμένων Ἑπτὰ ὑδάτων.
14.5 ἀπὸ δὲ Ῥεάτου πάλιν τὴν ἐπὶ Λατίνην ὁδὸν ἰοῦσι Βατία μὲν ἀπὸ τριάκοντα σταδίων, Τιώρα δὲ ἀπὸ τριακοσίων, ἡ καλουμένη Ματιήνη. ἐν ταύτῃ λέγεται χρηστήριον Ἄρεος γενέσθαι πάνυ ἀρχαῖον. ὁ δὲ τρόπος αὐτοῦ παραπλήσιος ἦν ὥς φασι τῷ παρὰ Δωδωναίοις μυθολογουμένῳ ποτὲ γενέσθαι· πλὴν ὅσον ἐκεῖ μὲν ἐπὶ δρυὸς ἱερᾶς πέλεια καθεζομένη θεσπιῳδεῖν ἐλέγετο, παρὰ δὲ τοῖς Ἀβοριγῖσι θεόπεμπτος ὄρνις, ὃν αὐτοὶ μὲν πῖκον, Ἕλληνες δὲ δρυοκολάπτην καλοῦσιν, ἐπὶ κίονος ξυλίνου φαινόμενος τὸ αὐτὸ ἔδρα.
14.6 τέτταρας δʼ ἐπὶ τοῖς εἴκοσι σταδίοις ἀπέχουσα τῆς εἰρημένης πόλεως Λίστα, μητρόπολις Ἀβοριγίνων, ἣν παλαίτερον ἔτι Σαβῖνοι νύκτωρ ἐπιστρατεύσαντες ἐκ πόλεως Ἀμιτέρνης ἀφύλακτον αἱροῦσιν· οἱ δʼ ἐκ τῆς ἁλώσεως περισωθέντες ὑποδεξαμένων αὐτοὺς Ῥεατίνων, ὡς πολλὰ πειραθέντες οὐχ οἷοί τε ἦσαν ἀπολαβεῖν, ἱερὰν ἀνῆκαν ὡς σφετέραν ἔτι τὴν γῆν, ἐξαγίστους ποιήσαντες ἀραῖς τοὺς καρπωσομένους αὐτὴν ὕστερον.
15.1 ἀπὸ δὲ σταδίων ἑβδομήκοντα Ῥεάτου Κοτυλία πόλις ἐπιφανὴς πρὸς ὄρει κειμένη· ἧς ἐστιν οὐ πρόσω λίμνη τεττάρων πλέθρων ἔχουσα τὴν διάστασιν, αὐθιγενοῦς πλήρης νάματος ἀπορρέοντος ἀεί, βάθος ὡς λέγεται ἄβυσσος. ταύτην ἔχουσάν τι θεοπρεπὲς ἱερὰν τῆς Νίκης οἱ ἐπιχώριοι νομίζουσι καὶ περιείρξαντες κύκλῳ στέμμασι τοῦ μηδένα τῷ νάματι πελάζειν ἄβατον φυλάττουσιν, ὅτι μὴ καιροῖς τισι διετησίοις, ἐν οἷς ἱερὰ θύουσιν ἃ νόμος ἐπιβαίνοντες τῆς ἐν αὐτῇ νησῖδος οἷς ὅσιον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi