Kitap 1
78.3
κρύπτειν τὸν εἰργασμένον, ἀλλʼ εἰς μέσον ἄγειν. Νεμέτωρ δὲ παραδόξων τε λόγων ἀκούειν ἔφη καὶ παντὸς ἀναίτιος εἶναι τοῦ λεγομένου χρόνον τε ἠξίου βασάνου τῆς ἀληθείας ἕνεκα λαβεῖν· τυχὼν δὲ ἀναβολῆς μόλις, ἐπειδὴ τὸ πρᾶγμα παρὰ τῆς γυναικὸς ἔμαθεν ὡς ἡ παῖς ἐν ἀρχαῖς ἀφηγήσατο, τόν τε βιασμὸν τὸν ὑπὸ τοῦ θεοῦ γενόμενον ἀπέφαινε καὶ τοὺς λεχθέντας ὑπʼ αὐτοῦ περὶ τῶν διδύμων παίδων λόγους διεξῆλθεν ἠξίου τε πίστιν ποιήσασθαι ταύτην τῶν λεγομένων, εἰ τοιοῦτος ὁ τῆς ὠδῖνος ἔσται γόνος, οἷον ὁ θεὸς ὑφηγήσατο. καὶ γὰρ ὁμοῦ τι τῷ τίκτειν εἶναι τὴν κόρην, ὥστε οὐκ εἰς μακρὰν ῥᾳδιουργεῖν φανήσεται. παρεδίδου δὲ καὶ τὰς φυλαττούσας τὴν κόρην καὶ
78.4
ἐλέγχων οὐδενὸς ἀφίστατο. ταῦτα λέγοντος αὐτοῦ τὸ μὲν τῶν συνέδρων πλῆθος ἐπείθετο, Ἀμόλιος δὲ οὐδὲν ὑγιὲς ἀπέφαινε τῶν ἀξιουμένων, ἀλλʼ ἐκ παντὸς ὥρμητο τρόπου τὴν ἄνθρωπον ἀπολέσαι. ἐν ὅσῳ δὲ ταῦτʼ ἐγένετο παρῆσαν οἱ τὴν ὠδῖνα φρουρεῖν ταχθέντες ἀποφαίνοντες ἄρρενα βρέφη δίδυμα τεκεῖν τὴν κόρην, καὶ αὐτίκα Νεμέτωρ μὲν ἐν τῷ αὐτῷ πολὺς ἦν λόγῳ τοῦ θεοῦ τε ἀποδεικνὺς τὸ ἔργον καὶ μηδὲν εἰς τὴν κόρην ἀναίτιον οὖσαν τοῦ πάθους παρανομεῖν ἀξιῶν· Ἀμολίῳ δὲ τῶν ἀνθρωπείων τι μηχανημάτων καὶ τὸ περὶ τὸν τόκον ἐδόκει γενέσθαι παρασκευασθέντος ἑτέρου ταῖς γυναιξὶ βρέφους ἢ κρύφα τῶν φυλάκων ἢ συγκακουργούντων, καὶ
78.5
πολλὰ εἰς τοῦτο ἐλέχθη. ὡς δὲ τὴν γνώμην τοῦ βασιλέως ἔμαθον οἱ σύνεδροι ἀπαραιτήτῳ τῇ ὀργῇ χρωμένην ἐδικαίωσαν καὶ αὐτοὶ καθάπερ ἐκεῖνος ἠξίου χρήσασθαι τῷ νόμῳ κελεύοντι τὴν μὲν αἰσχύνασαν τὸ σῶμα ῥάβδοις αἰκισθεῖσαν ἀποθανεῖν, τὸ δὲ γεννηθὲν εἰς τὸ τοῦ ποταμοῦ βάλλεσθαι ῥεῖθρον· νῦν μέντοι ζώσας κατορύττεσθαι τὰς τοιαύτας ὁ τῶν ἱερῶν ἀγορεύει νόμος.
79.1
μέχρι μὲν δὴ τούτων οἱ πλεῖστοι τῶν συγγραφέων τὰ αὐτὰ ἢ μικρὸν παραλλάττοντες οἱ μὲν ἐπὶ τὸ μυθωδέστερον, οἱ δʼ ἐπὶ τὸ τῇ ἀληθείᾳ ἐοικὸς μᾶλλον ἀποφαίνουσι, περὶ δὲ τῶν ἑξῆς διαφέρονται.