Kitap 1
86.3
ὡς δὲ τὰς προσηκούσας ἕδρας ἔλαβον ὀλίγον ἐπισχὼν χρόνον ὁ Ῥωμύλος ὑπὸ σπουδῆς τε καὶ τοῦ πρὸς τὸν ἀδελφὸν φθόνου, ὡς δὲ καὶ ὁ φθόνος ἴσως δὲ καὶ ὁ θεὸς οὕτως ἐνῆγε, πρὶν ἢ καὶ ὁτιοῦν σημεῖον θεάσασθαι πέμψας ὡς τὸν ἀδελφὸν ἀγγέλους ἥκειν ἠξίου διαταχέων, ὡς πρότερος ἰδὼν οἰωνοὺς αἰσίους. ἐν ᾧ δὲ οἱ πεμφθέντες ὑπʼ αὐτοῦ διʼ αἰσχύνης ἔχοντες τὴν ἀπάτην οὐ σπουδῇ ἐχώρουν, τῷ Ῥώμῳ γῦπες ἐπισημαίνουσιν ἓξ ἀπὸ τῶν δεξιῶν πετόμενοι. καὶ ο μὲν ἰδὼν τοὺς ὄρνιθας περιχαρὴς ἐγένετο, μετʼ οὐ πολὺ δὲ οἱ παρὰ τοῦ Ῥωμύλου πεμφθέντες ἀναστήσαντες αὐτὸν ἄγουσιν ἐπὶ τὸ Παλλάντιον.
86.4
ἐπεὶ δὲ ἐν τῷ αὐτῷ ἐγένοντο ἤρετο μὲν τὸν Ῥωμύλον ὁ Ῥῶμος, οὕς2τινας οἰωνοὺς ἴδοι πρότερος, ὁ δὲ ἐν ἀπόρῳ γίνεται ὅ τι ἀποκρίναιτο. ἐν δὲ τούτῳ δώδεκα γῦπες αἴσιοι πετόμενοι ὤφθησαν, οὺς ἰδὼν θαρρεῖ τε καὶ τῷ Ῥώμῳ δείξας λέγει, Τί γὰρ ἀξιοῖς τὰ πάλαι γενόμενα μαθεῖν; τούς2δε γὰρ δή που τοὺς οἰωνοὺς αὐτὸς ὁρᾷς. ὁ δὲ ἀγανακτεῖ τε καὶ δεινὰ ποιεῖται, ὡς διηρτημένος ὑπʼ αὐτοῦ, τῆς τε ἀποικίας οὐ μεθήσεσθαι αὐτῷ φησιν.
87.1
ἀνίσταται δὴ ἐκ τούτου μείζων τῆς προτέρας ἔρις ἑκατέρου τὸ πλέον ἔχειν ἀφανῶς δικαιουμένου, τὸ δὲ μὴ μεῖον ἀναφανδὸν ἀπὸ δικαιώσεως τοιᾶς2δε ἐπισυνάπτοντος. εἰρημένον γὰρ ἦν αὐτοῖς ὑπὸ τοῦ μητροπάτορος, ὅτῳ ἂν προτέρῳ κρείττους ὄρνιθες ἐπισημήνωσι, τοῦτον ἄρχειν τῆς ἀποικίας. γένους δὲ ὀρνίθων ἑνὸς ἀμφοῖν ὀφθέντος ὁ μὲν τῷ πρότερος, ὁ δὲ τῷ πλείους ἰδεῖν ἐκρατύνετο. συνελάμβανε δὲ αὐτοῖς τῆς φιλονεικίας καὶ τὸ ἄλλο πλῆθος ἦρξέ τε πολέμου δίχα τῶν ἡγεμόνων ὁπλισθέν, καὶ γίνεται μάχη καρτερὰ καὶ φόνος ἐξ ἀμφοῖν πολύς.
87.2
ἐν ταύτῃ φασί τινες τῇ μάχη τὸν Φαιστύλον, ὃς ἐξεθρέψατο τοὺς νεανίσκους, διαλῦσαι τὴν ἔριν τῶν ἀδελφῶν βουλόμενον, ὡς οὐδὲν οἷός τʼ ἦν ἀνύσαι, εἰς μέσους ὤσασθαι τοὺς μαχομένους ἄνοπλον θανάτου τοῦ ταχίστου τυχεῖν προθυμούμενον, ὅπερ καὶ ἐγένετο. τινὲς δὲ καὶ τὸν λέοντα τὸν λίθινον, ὃς ἔκειτο τῆς ἀγορᾶς τῆς τῶν Ῥωμαίων ἐν τῷ κρατίστῳ χωρίῳ παρὰ τοῖς ἐμβόλοις, ἐπὶ τῷ σώματι τοῦ Φαιστύλου τεθῆναί φασιν, ἔνθα ἔπεσεν ὑπὸ τῶν εὑρόντων ταφέντος.