Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 10

13.3 αἱ δὲ δὴ συνᾴδουσαι τοῖς ξενικοῖς γράμμασι μηνύσεις παρὰ τῶν ἐνθάδε τίνες τʼ εἰσὶ καὶ ὑπὸ τίνων γενόμεναι; τί κρύπτετε τὰς πίστεις, ἀλλʼ οὐκ εἰς τὸ ἐμφανὲς ἄγετε; ἀλλʼ οἶμαι τῶν μήτε γενομένων μήτε ἐσομένων ἀδύνατον εὑρεθῆναι πίστιν.
13.4 ταῦτʼ ἐστίν, ὦ βουλή, μηνύματα οὐ κατὰ τούτων συνωμοσίας, ἀλλὰ καθʼ ὑμῶν δόλου καὶ πονηρᾶς γνώμης, ᾗ κέχρηνται κρύψαντες οὗτοι· τὰ γὰρ πράγματα αὐτὰ βοᾷ. αἴτιοι δʼ ὑμεῖς οἱ τὰ πρῶτα ἐπιτρέψαντες αὐτοῖς καὶ τὸ ἀνόητον τῆς ἀρχῆς μεγάλῃ καθοπλίσαντες ἐξουσίᾳ, ὅτε Κοίντιον Καίσωνα τῷ παρελθόντι ἐνιαυτῷ κρίνειν ἐπʼ αἰτίαις ψευδέσιν εἰάσατε, καὶ τοσοῦτον φύλακα τῆς ἀριστοκρατίας ἀναρπαζόμενον ὑπʼ αὐτῶν περιείδετε. τοιγαροῦν οὐκέτι μετριάζουσιν οὐδὲ καθʼ ἕνα τῶν εὐγενῶν περικόπτουσιν, ἀλλʼ ἀθρόους ἤδη περιβαλόντες τοὺς ἀγαθοὺς ἐλαύνουσιν ἐκ τῆς πόλεως·
13.5 καὶ πρὸς τοῖς ἄλλοις κακοῖς οὐδʼ ἀντειπεῖν αὐτοῖς ἀξιοῦσιν οὐθένα ὑμῶν, ἀλλʼ εἰς ὑποψίας καὶ διαβολὰς ἄγοντες ὡς κοινωνοῦντα τῶν ἀπορρήτων δεδίττονται καὶ μισόδημον εὐθὺς εἶναί φασι, καὶ προλέγουσιν ἥκειν ἐπὶ τὸν δῆμον ὑφέξοντα τῶν ἐνθάδε ῥηθέντων δίκας.
13.6 ἀλλʼ ὑπὲρ μὲν τούτων ἕτερος ἔσται καιρὸς ἐπιτηδειότερος τοῖς λόγοις, νυνὶ δὲ συντεμῶ τὸν λόγον καὶ παύσομαι τὰ πλείω διατεινόμενος· φυλάττεσθαι ὑμῖν παραινῶ τούσδε τοὺς ἄνδρας ὡς συνταράττοντας τὴν πόλιν καὶ μεγάλων ἐκφέροντας ἀρχὰς κακῶν καὶ οὐκ ἐνθάδε μὲν ταῦτα λέγω, πρὸς δὲ τὸν δῆμον ἀποκρύψομαι, ἀλλὰ κἀκεῖ παρρησίᾳ δικαίᾳ χρήσομαι, διδάσκων ὡς οὐδὲν αὐτοῖς ἐπικρέμαται δεινόν, ὅτι μὴ κακοὶ καὶ δόλιοι προστάται πολεμίων ἔργα ἐν προσποιήματι φίλων διαπραττόμενοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi