Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 10

16.4 ἐγένετο δʼ ἡ προσβολὴ τοῖς φρουρίοις πανταχόθεν· οἱ μὲν γὰρ ἀπὸ τῶν πλησίον οἰκιῶν ἀσφάλτου καὶ πίσσης πεπυρωμένης ἀγγεῖα σφενδόναις ἐναρμόττοντες ἐπέβαλλον ὑπὲρ τὸν λόφον· οἱ δὲ συμφοροῦντες αὐτῶν φακέλλους φρυγάνων καὶ παρὰ τοῖς ἀποτόμοις τῆς πέτρας βωμοὺς ἐγείροντες ὑψηλοὺς ὑφῆπτον ἀνέμῳ παραδιδόντες τὰς φλόγας ἐπιφόρῳ. ὅσοι δʼ ἦσαν ἀνδρειότατοι, πυκνώσαντες τοὺς λόχους ἐχώρουν ἄνω κατὰ
16.5 τὰς χειροποιήτους ὁδούς. ἦν δʼ αὐτοῖς οὔτε τοῦ πλήθους, ᾧ παρὰ πολὺ τῶν ἀντιπάλων προεῖχον, ὄφελος οὐθὲν διὰ στενῆς ἀνιοῦσιν ὁδοῦ καὶ πληθούσης προβόλων ἄνωθεν ἐπικαταραττομένων, ἔνθα συνεξισωθήσεσθαι ἔμελλε τῷ πολλῷ τὸ ὀλίγον· οὔτε τῆς παρὰ τὰ δεινὰ ὑπομονῆς, ἣν πολλοῖς % καταστήσαντες πολέμοις εἶχον, οὐδεμία ὄνησις πρὸς ὀρθίους βιαζομένοις σκοπάς. οὐ γὰρ συστάδην μαχομένους ἔδει τὸ εὔτολμον καὶ καρτερικὸν ἀποδείξασθαι, ἀλλʼ ἑκηβόλοις χρῆσθαι μάχαις.
16.6 ἦσαν δὲ τῶν μὲν κάτωθεν ἐπὶ τὰ μετέωρα βαλλομένων βραδεῖαί τε καὶ ἀσθενεῖς, εἰ καὶ τύχοιεν, ὥσπερ εἰκός, αἱ πληγαί· τῶν δʼ ἀφʼ ὕψους κάτω ῥιπτουμένων ὀξεῖαι καὶ καρτεραὶ συνεργούντων τοῖς βλήμασι καὶ τῶν ἰδίων βαρῶν. οὐ μὴν ἔκαμνόν γε οἱ προσβάλλοντες τοῖς ἐρύμασιν, ἀλλὰ διεκαρτέρουν ἀναγκοφαγοῦντες τὰ δεινὰ οὔτε ἡμέρας οὔτε νυκτὸς ἀναπαυόμενοι τῶν πόνων. τέλος δʼ οὖν ὑπολιπόντων τοὺς πολιορκουμένους τῶν βελῶν καὶ τῶν σωμάτων ἐξαδυνατούντων τρίτῃ τὰ φρούρια ἐξεπολιόρκησαν ἡμέρᾳ.
16.7 ἐν ταύτῃ τῇ μάχῃ πολλοὺς Ῥωμαῖοι καὶ ἀγαθοὺς ἄνδρας ἀπέβαλον, κράτιστον δέ, ὥσπερ πρὸς ἁπάντων ὡμολόγητο, τὸν ὕπατον· ὃς οὐκ ὀλίγα τραύματα λαβὼν οὐδʼ ὣς ἀφίστατο τῶν δεινῶν, ἕως ἐπικαταραγεὶς αὐτῷ πέτρος ὑπερμεγέθης ἐπιβαίνοντι τοῦ περιτειχίσματος ἅμα τήν τε νίκην αὐτὸν ἀφείλετο καὶ τὴν ψυχήν. ἁλισκομένων δὲ τῶν φρουρίων ὁ μὲν Ἑρδώνιος — ἦν γὰρ καὶ ῥώμῃ σώματος διάφορος καὶ κατὰ χεῖρα γενναῖος — ἄπιστόν τι χρῆμα περὶ αὑτὸν ποιήσας νεκρῶν ὑπὸ πλήθους βελῶν ἀποθνήσκει, τῶν δὲ σὺν αὐτῷ τὰ φρούρια καταλαβομένων ὀλίγοι μέν τινες ζῶντες ἑάλωσαν, οἱ δὲ πλείους σφάττοντες ἑαυτοὺς ἢ κατὰ τῶν κρημνῶν ὠθοῦντες διεφθάρησαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi