Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 10

25.3 καὶ ὃ μάλιστα πάντων αὐτοῦ θαυμάζειν ἄξιον, ὅτι τὴν τοσαύτην ἀρχὴν εἰς ἑξάμηνον εἰληφὼς οὐκ ἐχρήσατο παντὶ τῷ νόμῳ, ἀλλὰ συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν καὶ περὶ τῶν πεπραγμένων λόγον ἀποδοὺς ἐξωμόσατο τὴν ἀρχὴν τῆς τε βουλῆς δεομένης γῆν τε ὅσην ἐβούλετο λαβεῖν ἐκ τῆς δορικτήτου καὶ ἀνδράποδα καὶ χρήματα ἐκ τῶν λαφύρων ἐπανορθῶσαι τὴν πενίαν πλούτῳ δικαίῳ, ὃν ἀπὸ πολεμίων κάλλιστον ἐκτήσατο τοῖς ἰδίοις πόνοις, οὐκ ἠξίωσε, φίλων τε καὶ συγγενῶν δωρεὰς προσφερόντων μεγάλας καὶ ἀντὶ παντὸς ἀγαθοῦ τιθεμένων ἐκεῖνον τὸν ἄνδρα εὖ ποιεῖν, ἐπαινέσας αὐτοὺς τῆς προθυμίας οὐθὲν τῶν διδομένων ἔλαβεν, ἀλλʼ ἀπῆλθε πάλιν εἰς τὸ μικρὸν ἐκεῖνο χωρίον, καὶ τὸν αὐτουργὸν αὐτοῦ ἀντὶ τοῦ βασιλικοῦ μετειλήφει βίον, μεῖζον φρονῶν ἐπὶ πενίᾳ
25.4 ἢ ἄλλοι ἐπὶ πλούτῳ. μετʼ οὐ πολὺν δὲ χρόνον καὶ Ναύτιος, ἅτερος τῶν ὑπάτων, νικήσας Σαβίνους ἐκ παρατάξεως καὶ τῆς χώρας αὐτῶν πολλὴν καταδραμὼν ἀπῆγεν ἐπʼ οἴκου τὰς δυνάμεις.
26.1 μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστὴ καὶ πρώτη, ἣν ἐνίκα στάδιον Πολύμναστος Κυρηναῖος, Ἀθήνησι δὲ ἄρχων Καλλίας, ἐφʼ οὗ τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβε Γάιος Ὁράτιος καὶ Κόιντος Μηνύκιος. ἐπὶ τούτων Σαβῖνοι πάλιν στρατεύσαντες ἐπὶ Ῥωμαίους πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσαν, καὶ ἧκον οἱ φυγόντες ἐκ τῶν ἀγρῶν ἀθρόοι κρατεῖσθαι πάντα ὑπʼ αὐτῶν τὰ μεταξὺ Κρουστομερείας τε καὶ Φιδήνης λέγοντες.
26.2 Αἰκανοί τε οἱ νεωστὶ καταπολεμηθέντες ἐν τοῖς ὅπλοις αὖθις ἦσαν· καὶ οἱ μὲν ἀκμαιότατοι αὐτῶν νυκτὸς ἐλάσαντες ἐπὶ Κορβιῶνα πόλιν, ἣν τῷ παρελθόντι ἐνιαυτῷ Ῥωμαίοις παρέδοσαν, τήν τε φρουρὰν τὴν ἐν αὐτῇ κοιμωμένην εὑρόντες κατέσφαξαν πλὴν ὀλίγων, οἳ ἔτυχον ἀφυστεροῦντες, οἱ δὲ λοιποὶ μεγάλῃ χειρὶ στρατεύσαντες ἐπὶ πόλιν Ὀρτῶνα τοῦ Λατίνων ἔθνους ἐξ ἐφόδου καταλαμβάνονται, καὶ ὅσα Ῥωμαίους οὐχ οἷοί τε ἦσαν ἐργάσασθαι, ταῦτα διʼ ὀργὴν τοὺς συμμάχους αὐτῶν διέθεσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi