Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 10

34.4 τάς τε ἀρχὰς διδάσκοντες ὅσον ἀλλήλων διαφέρουσιν, ἡ μὲν ὑπατικὴ τὸ τῶν βασιλέων ἔχουσα κράτος, ἡ δὲ δημαρχικὴ τῆς βοηθείας ἕνεκα παρεληλυθυῖα τῶν κατισχυομένων, ᾗ τοσούτου δεῖν ἐξεῖναι κατὰ τῶν ὑπάτων τινὸς ψῆφον ἀναδιδόναι τοῖς ὄχλοις, ὥστε μηδὲ κατὰ τῶν ἄλλων πατρικίων τοῦ φαυλοτάτου ταύτην ἀποδεδόσθαι τὴν ἐξουσίαν, ἂν μὴ ἡ βουλὴ ψηφίσηται. ἠπείλουν τε, ὅταν ἐκεῖνοι ψῆφον ἀναδῶσι τοῖς δημόταις, αὐτοὶ τὰ ὅπλα περιθήσειν τοῖς πατρικίοις.
34.5 τοιούτων δὴ ῥηθέντων λόγων δι’ ὅλης ἡμέρας οὐδὲν ἐξήνεγκεν ἡ βουλὴ τέλος, ἵνα μήτε τὴν τῶν ὑπάτων ἀρχὴν μειώσειε μήτε τὴν τῶν δημάρχων, ἑκάτερον ὁρῶσα μεγάλων κινδύνων αἴτιον ἐσόμενον.
35.1 ἐπεὶ δὲ κἀκεῖθεν ἀπηλάθησαν οἱ δήμαρχοι βοήθειαν οὐδεμίαν εὑρόμενοι, ἐσκόπουν αὖθις ὅ τι χρὴ ποιεῖν εἰς τὸν δῆμον ἀφικόμενοι. ἐνίοις μὲν οὖν ἐδόκει καὶ μάλιστα τοῖς ταραχωδεστάτοις ἀπιέναι πάλιν ἐκ τῆς πόλεως τοὺς δημοτικοὺς τὰ ὅπλα ἀναλαμβάνοντας εἰς τὸ ἱερὸν ὄρος, ἔνθα καὶ τὸ πρῶτον ἐστρατοπεδεύσαντο, καὶ τὸν πόλεμον ἐκεῖθεν ὁρμωμένους ποιεῖν πρὸς τοὺς πατρικίους, ἐπειδὴ τὰς συνθήκας ἔλυσαν ἐκεῖνοι τὰς γενομένας αὐτοῖς πρὸς τὸν δῆμον, καταλύοντες τὴν δημαρχικὴν ἐξουσίαν ἐκ τοῦ φανεροῦ.
35.2 τοῖς δὲ πλείοσιν ἐδόκει μὴ παραχωρεῖν τῆς πόλεως μηδὲ κοινὰ πάντων ἐγκλήματα ποιεῖν, ὑπὲρ ὧν ἰδίᾳ τινὲς εἰς τοὺς δημάρχους παρενόμησαν, ἐὰν τὰ συγκεχωρημένα τοῖς νόμοις λαμβάνωσιν, οἳ κελεύουσιν ἢ ποινὴν τίνειν ἢ τεθνάναι τοὺς ὑβρίσαντας τὰ τῶν δημάρχων σώματα. τοῖς δὲ χαριεστέροις οὐδέτερον τούτων ἐφαίνετο καλῶς ἔχειν, οὔτε τὴν πόλιν ἐκλιπεῖν οὔτε φόνον ἄκριτον ἐπιτελεῖν, καὶ ταῦτα ὑπάτων, οἷς ἡ μεγίστη ὑπέκειτο ἀρχή, ἀλλʼ εἰς τοὺς συναγωνιζομένους αὐτοῖς μεταφέρειν τὴν ὀργήν, καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας παρʼ ἐκείνων λαμβάνειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi