Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 10

55.4 ἐνίκα δὲ ἡ τῶν εἰς νέωτα μελλόντων ὑπατεύειν γνώμη, ἣν Ἄππιος Κλαύδιος πρῶτος ἐρωτηθεὶς ἀπεφήνατο, ἄνδρας αἱρεθῆναι δέκα τοὺς ἐπιφανεστάτους ἐκ τῆς βουλῆς. τούτους δʼ ἄρχειν εἰς ἐνιαυτὸν ἀφʼ ἧς ἂν ἀποδειχθῶσιν ἡμέρας, ἐξουσίαν ἔχοντας ὑπὲρ ἁπάντων τῶν κατὰ τὴν πόλιν ἣν εἶχον οἵ τε ὕπατοι καὶ ἔτι πρότερον οἱ βασιλεῖς, τάς τʼ ἄλλας ἀρχὰς πάσας καταλελύσθαι, τέως ἂν οἱ
55.5 δέκα τύχωσι τῆς ἀρχῆς. τούτους δὲ τοὺς ἄνδρας ἔκ τε τῶν πατρίων ἐθῶν καὶ ἐκ τῶν Ἑλληνικῶν νόμων, οὓς ἐκόμισαν οἱ πρέσβεις, ἐκλεξαμένους τὰ κράτιστα καὶ τῇ Ῥωμαίων πόλει πρόσφορα νομοθετήσεσθαι. τὰ δὲ γραφέντα ὑπὸ τῶν δέκα ἀνδρῶν, ἐὰν ἥ τε βουλὴ δοκιμάσῃ καὶ ὁ δῆμος ἐπιψηφίσῃ, κύρια εἰς τὸν ἅπαντα εἶναι χρόνον, καὶ τὰς ἀρχάς, ὅσαι ἂν ὕστερον ἀποδειχθῶσι, κατὰ τούτους τοὺς νόμους τά τε ἰδιωτικὰ συμβόλαια διαιρεῖν καὶ τὰ δημόσια ἐπιτροπεύειν.
56.1 τοῦτο τὸ δόγμα λαβόντες οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ἀναγνόντες ἐν τῷ δήμῳ πολλοὺς ἐπαίνους τῆς βουλῆς καὶ τοῦ προθέντος τὴν γνώμην Ἀππίου διεξῆλθον. ἐπεὶ δὲ κατέλαβεν ὁ τῶν ἀρχαιρεσίων καιρός, ἐκκλησίαν συναγαγόντες οἱ δήμαρχοι τούς τʼ ἀποδειχθέντας ὑπάτους ἥκειν ἠξίουν ἐμπεδώσοντας τῷ δήμῳ τὰς ὑποσχέσεις, κἀκεῖνοι παρελθόντες ἐξωμόσαντο τὰς ὑπατείας.
56.2 τούτους ὁ δῆμος ἐπαινῶν τε καὶ θαυμάζων διετέλει, καὶ ἐπειδὴ τοὺς νομοθέτας ψηφοφορεῖν ἔδει πρώτους εἵλετο τῶν ἄλλων· καὶ ἀπεδείχθησαν ἐν ἀρχαιρεσίαις ὑπὸ τῆς λοχίτιδος ἐκκλησίας Ἄππιος μὲν Κλαύδιος καὶ Τίτος Γενύκιος, οὓς ἔδει εἰς τοὐπιὸν ἄρχειν ἔτος, Πόπλιος δὲ Σήστιος ὁ τὸν ἐνιαυτὸν ἐκεῖνον ὑπατεύων, τρεῖς δὲ οἱ κομίσαντες παρὰ τῶν Ἑλλήνων τοὺς νόμους, Σπόριος Ποστόμιος καὶ Σερούιος Σολπίκιος καὶ Αὖλος Μάλλιος, εἷς δὲ τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν Τίτος Ῥωμίλιος, ὁ τὴν ἐν τῷ δήμῳ δίκην Σικκίου κατηγορήσαντος ἁλούς, ἐπειδὴ γνώμης ἐδόκει ἄρξαι δημοτικῆς· ἐκ δὲ τῶν ἄλλων βουλευτῶν Γάιος Ἰούλιος καὶ Τίτος Οὐετούριος καὶ Πόπλιος Ὁράτιος, ἅπαντες ὑπατικοί· αἱ δὲ τῶν δημάρχων τε καὶ ἀγορανόμων καὶ ταμιῶν καὶ εἴ τινες ἦσαν ἄλλαι πάτριοι Ῥωμαίοις ἀρχαὶ κατελύθησαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi