Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 10

57.6 ἐπειδὴ δʼ ἀποχρώντως ἐφαίνετο αὐτοῖς τὰ γραφέντα ἔχειν, πρῶτον μὲν τὴν βουλὴν συναγαγόντες οὐθενὸς ἔτι μεμφομένου τοῖς νόμοις προβούλευμα περὶ αὐτῶν ἐκύρωσαν. ἔπειτα τὸν δῆμον καλέσαντες εἰς τὴν λοχῖτιν ἐκκλησίαν ἱερομνημόνων τε καὶ οἰωνιστῶν καὶ τῶν ἄλλων ἱερέων παρόντων καὶ τὰ θεῖα ὡς νόμος ἐξηγησαμένων ἀνέδωκαν τοῖς λόχοις τὰς ψήφους.
57.7 ἐπικυρώσαντος δὲ καὶ τοῦ δήμου τοὺς νόμους, στήλαις χαλκαῖς ἐγχαράξαντες αὐτοὺς ἐφεξῆς ἔθεσαν ἐν ἀγορᾷ τὸν ἐπιφανέστατον ἐκλεξάμενοι τόπον. καὶ ἐπειδὴ βραχὺς ὁ τῆς ἀρχῆς αὐτοῖς χρόνος ὁ λειπόμενος ἦν, συναγαγόντες τοὺς βουλευτὰς προὔθεσαν ὑπὲρ ἀρχαιρεσίων οἷα χρὴ γενέσθαι σκοπεῖν.
58.1 πολλῶν δὲ λεχθέντων ἐνίκησεν ἡ γνώμη τῶν παραινούντων δεκαδαρχίαν αὖθις ἀποδεῖξαι τῶν κοινῶν κυρίαν. ἀτελής τε γὰρ ἡ νομοθεσία ἐφαίνετο, ὡς ἂν ἐξ ὀλίγου συντεθεῖσα χρόνου, καὶ ἐπὶ τοῖς ἤδη κεκυρωμένοις, ἵνα ἑκόντες τε καὶ ἄκοντες ἐν αὐτοῖς μένοιεν, ἐδόκει δέ τινος ἀρχῆς αὐτοκράτορος δεῖν. τὸ δὲ μάλιστα πεῖσαν αὐτοὺς προελέσθαι τὴν δεκαδαρχίαν ἦν ἡ τῶν δημάρχων κατάλυσις, ὃ παντὸς μάλιστα ἐβούλοντο.
58.2 ταῦτα μὲν ἐν κοινῷ σκοπουμένοις αὐτοῖς ἐδόκει, ἰδίᾳ δὲ οἱ πρωτεύοντες τοῦ συνεδρίου γνώμην ἐποιοῦντο μεταπορεύεσθαι τὴν ἀρχὴν δεδιότες, μὴ ταραχώδεις τινὲς ἄνθρωποι τηλικαύτης ἐξουσίας λαβόμενοι κακόν τι μέγα ἐργάσωνται. ἀγαπητῶς δὲ τοῦ δήμου τὰ δόξαντα τῇ βουλῇ δεξαμένου καὶ μετὰ πλείστης προθυμίας ἐπιψηφίσαντος αὐτοὶ μὲν οἱ δέκα ἄνδρες προεῖπον τὸν τῶν ἀρχαιρεσίων καιρόν, μετῄεσαν δὲ τὴν ἀρχὴν οἱ ἐντιμότατοί τε καὶ πρεσβύτατοι τῶν πατρικίων.
58.3 ἔνθα δὴ πολὺς ὑπὸ πάντων ἐπαινούμενος ἦν ὁ τῆς τότε δεκαδαρχίας ἡγεμὼν Ἄππιος, καὶ πᾶς ὁ δημοτικὸς ὄχλος ἐκεῖνον ἐπὶ τῆς ἀρχῆς ἠξίου κατέχειν ὡς οὐκ ἄλλου τινὸς ἄμεινον ἡγησομένου. ὁ δʼ ἀναίνεσθαι μὲν προσεποιεῖτο κατʼ ἀρχὰς καὶ ἀπολύειν αὐτὸν ἠξίου λειτουργίας καὶ ὀχληρᾶς καὶ ἐπιφθόνου. τελευτῶν δʼ ὡς ἐλιπάρουν αὐτὸν ἅπαντες αὐτός τε ὑπέμενε μετιέναι τὴν ἀρχήν, καὶ τῶν συμπαραγγελλόντων τοὺς ἀρίστους αἰτιασάμενος οὐχ ἡδέως πρὸς ἑαυτὸν ἔχειν διὰ τὸν φθόνον τοῖς ἑαυτοῦ φίλοις συνηγωνίζετο φανερῶς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi