Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 12

1.1 ὅτι λιμοῦ κατὰ τὴν Ῥώμην γενομένου ἰσχυροῦ ἀνήρ τις οἴκου τε οὐκ ἀφανοῦς καὶ χρήμασιν ἐν τοῖς μάλιστα δυνατός, Σπόριος Μαίλιος Εὐδαίμων ἐπίκλησιν ἐπὶ τῆς πολλῆς εὐπορίας νεωστὶ μὲν παρειληφὼς τὸν οἶκον τοῦ πατρός, ἡλικίαν δὲ καὶ τάξιν ἔχων ἱππικήν, οἷα μήτε ἀρχὰς παραλαμβάνειν μήτε ἄλλην κοινὴν ἐπιμέλειαν μηδεμίαν, λαμπρὸς εἰ καί τις ἄλλος τὰ πολέμια καὶ πολλοῖς κεκοσμημένος ἀριστείοις, κράτιστον ὑπολαβὼν καιρὸν ἐπιθέσει τυραννίδος, ἐπὶ δημαγωγίαν τοῦ πλήθους ἐτράπετο, τὴν ῥᾳστώνην τῶν ἐπὶ τυραννίδα φερουσῶν ὁδῶν.
1.2 ἔχων δὲ πολλοὺς ἑταίρους καὶ πελάτας ἄλλους ἄλλῃ διέπεμψε χρήματα δοὺς ἐκ τῶν ἰδίων εἰς συναγυρμοὺς τροφῆς καὶ αὐτὸς εἰς Τυρρηνίαν ᾤχετο. ἐν βραχεῖ δὲ χρόνῳ διʼ ἑαυτοῦ τε καὶ τῶν ἑταίρων πολλὴν κατακομίσας ἀγορὰν διεμέτρει τοῖς πολίταις, ἀντὶ δώδεκα δραχμῶν διδράχμου ἀπομετρῶν τὸν μόδιον· ὅσους δὲ αἴσθοιτο παντάπασιν ἀδυνάτους καὶ μηδʼ ὑπὲρ τῆς ἐφημέρου τροφῆς ἔχοντας προέσθαι τὸ διάφορον ἄνευ τιμῆς χαριζόμενος.
1.3 ταύτῃ τῇ φιλανθρωπίᾳ τὸν δῆμον ἀναλαβὼν καὶ θαυμαστὴν ὅσην δόξαν ἀπενεγκάμενος ᾤχετο πάλιν ἐμπορευσόμενος ἑτέρας ἀγοράς· καὶ παρῆν οὐ διὰ μακροῦ ποταμηγοὺς ἄγων σκάφας πολλὰς πάνυ μεστὰς τροφῆς καὶ τὸν αὐτὸν τρόπον τοῖς πολίταις ἐμέτρει.
1.4 οἱ δὲ πατρίκιοι ταῦτα πράττοντα ὁρῶντες αὐτὸν δι ὑποψίας τε ἐλάμβανον τῆς ἄγαν φιλοτιμίας τοῦ ἀνδρὸς οὐδὲν ἀγαθὸν ἀπολαύσειν οἰόμενοι καὶ συνιστάμενοι κατὰ τὴν ἀγορὰν ἐσκόπουν, ὅντινα χρὴ τρόπον εὐπρεπέστερον ἄνευ κινδύνου παῦσαι τούτων αὐτὸν τῶν πολιτευμάτων· κρύφα μὲν τὸ πρῶτον καὶ κατʼ ὀλίγους συνιόντες καὶ διαλεγόμενοι πρὸς ἀλλήλους, ἔπειτα καὶ ἐκ τοῦ φανεροῦ καταβοῶντες, ἐπειδὴ βαρύς τε καὶ ἀφόρητος ἦν ἔργα τε πράττων ὑπερηφανίας μεστὰ καὶ
1.5 λόγους διεξιὼν αὐθάδεις ὑπὲρ ἑαυτοῦ· ὅς γε πρῶτον μὲν καθεζόμενος ἐπὶ βήματος περιφανοῦς, ὥσπερ ἔθος ἦν τοῖς τὰς ἀρχὰς ἔχουσιν, ἐχρημάτιζε τοῖς προσιοῦσι δι’ ἡμέρας περὶ τὴν σιτοδοσίαν, ἐκβαλὼν τῆς τιμῆς ταύτης τὸν ἀποδειχθέντα ἔπαρχον ὑπὸ τῆς βουλῆς·
1 / 15 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi