Kitap 12
12.2
ἐν τοιαύτῃ δʼ ἀμηχανίᾳ τῆς βουλῆς ὑπαρχούσης παρῆσαν οἱ προαποσταλέντες εἰς Δελφοὺς θεόπροποι χρησμοὺς κομίζοντες τοῖς ὑπὸ τοῦ Τυρρηνοῦ πρότερον ἀπηγγελμένοις συνᾴδοντας· ὅτι θεοὶ καὶ δαίμονες οἱ λαχόντες τὴν Οὐιεντανῶν πόλιν τοσοῦτον αὐτοῖς ἐγγυῶνται χρόνον ἀσάλευτον φυλάξαι τὴν ἐκ προγόνων παραδοθεῖσαν εὐδαιμονίαν, ὅσον ἂν διαμένωσιν αἱ πηγαὶ τῆς ἐν Ἀλβανῷ λίμνης ὑπερχεόμεναι καὶ μέχρι θαλάττης ἀπορρέουσαι·
12.3
ὅταν δʼ ἐκεῖναι φύσιν τε τὴν ἑαυτῶν καὶ ὁδοὺς τὰς ἀρχαίας ἐκλιποῦσαι καθʼ ἑτέρας ἐκτραπῶσιν, ὡς μηκέτι μίσγεσθαι τῇ θαλάττῃ, τότε καὶ τὴν πόλιν αὐτῶν ἀνάστατον ἔσεσθαι· τοῦτο δʼ οὐκ εἰς μακρὰν ὑπὸ Ῥωμαίων γενήσεσθαι, ἐὰν ὀρύγμασι καθʼ ἕτερα χωρία γενομένοις ἐκτρέψωσι τὴν πλήμμυραν τῶν ὑδάτων εἰς τὰ πρόσω τῆς θαλάττης πεδία. ταῦτα μαθόντες οἱ Ῥωμαῖοι εὐθὺς ἐπέστησαν τοῖς ἔργοις τοὺς χειροτέχνας. Ambr.
13.1
ὡς δὲ ταῦτʼ ἤκουσαν Οὐιεντανοὶ παρʼ αἰχμαλώτου τινός, ἐπικηρυκεύεσθαι πρὸς τοὺς πολιορκοῦντας ἤθελον περὶ καταλύσεως τοῦ πολέμου, πρὶν ἁλῶναι κατὰ κράτος τὴν πόλιν, καὶ ἀποδείκνυνται πρέσβεις οἱ πρεσβύτατοι.
13.2
ἀποψηφισαμένης δὲ τῆς βουλῆς τῶν Ῥωμαίων τὰς διαλλαγὰς οἱ μὲν ἄλλοι πρέσβεις ἀπῄεσαν ἐκ τοῦ βουλευτηρίου σιωπῇ, ὁ δὲ ἐπιφανέστατος ἐξ αὐτῶν καὶ κατὰ τὴν μαντικὴν ἐμπειρίαν δοκιμώτατος, ἐπιστὰς ταῖς θύραις καὶ περιβλέψας εἰς ἅπαντας τοὺς παρόντας ἐν τῷ συνεδρίῳ· καλόν, ἔφησεν, ὦ Ῥωμαῖοι, δόγμα ἐξενηνόχατε καὶ μεγαλοπρεπές, οἱ τὴν ἡγεμονίαν ἀξιοῦντες ἔχειν τῶν περιοίκων διʼ ἀρετήν, πόλιν οὔτε μικρὰν οὔτε ἄσημον ἀποτιθεμένην τὰ ὅπλα καὶ παραδιδοῦσαν ὑμῖν ἑαυτὴν οὐκ ἀξιοῦντες ὑπήκοον ἔχειν, ἀλλὰ πρόρριζον ἀνελεῖν βουλόμενοι, οὔτε τὸν ἐκ τοῦ θείου δείσαντες χόλον,
13.3
οὔτε τὴν παρʼ ἀνθρώπων ἐντραπέντες νέμεσιν. ἀνθʼ ὧν ὑμῖν δίκη τιμωρὸς ἥξει παρὰ θεῶν εἰς τὰ ὅμοια ζημιοῦσα· Οὐιεντανοὺς γὰρ ἀφελόμενοι τὴν πατρίδα μετʼ οὐ πολὺ τὴν ἑαυτῶν ἀποβαλεῖτε. Ambr.