Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 12

1.6 ἔπειτα συνεχεῖς ποιούμενος ἐκκλησίας οὐκ ὂν ἐν ἔθει Ῥωμαίοις ἰδιώτην ἐκκλησίαν συνάγειν πολλὰ μὲν τοῦ Μηνυκίου κατηγόρει πρὸς τὸν δῆμον, ὡς ὄνομα φέροντος ἀρχῆς μόνον, ἔργον δὲ οὐδὲν ἀποδειξαμένου τοῖς πένησιν ὠφέλιμον, πολλὰ δὲ τοὺς πατρικίους διέβαλλε πρὸς τὸν δῆμον, ὡς ταῦτα πράττοντας ἐξ ὧν ὀλίγου τε καὶ οὐδενὸς ἄξιος ὁ δῆμος ἔσται καὶ οὐδʼ ἐπὶ σιτοδείᾳ φροντίδα τῶν ἀπόρων ἔχοντας οὐδεμίαν, οὔτε κοινῇ πάντας οὔτε ἰδίᾳ τοὺς δυνατούς, παντὸς μάλιστα δέον αὐτοὺς χρήμασί τε καὶ σώμασιν ὥσπερ αὐτὸς δὴ κακοπαθεῖν καὶ πάντοθεν ἐπεισάγειν τῇ πόλει τὰς ἀγοράς.
1.7 ἠξίου τε πρὸς τὰ τῶν ἄλλων ἔργα πατρικίων τὰ ὑφʼ ἑαυτοῦ πραττόμενα ἐξετάζειν, ὡς πολὺ καὶ τὸ πᾶν ἀλλήλων διαφέροντα. ἐκείνους μὲν γὰρ οὐδὲν ἐκ τῶν ἰδίων εἰς τὸ κοινὸν ἀναλίσκοντας ἔτι καὶ τὴν δημοσίαν γῆν σφετερισαμένους πολὺν ἤδη καρποῦσθαι χρόνον, ἑαυτὸν δὲ τῶν δημοσίων οὐδὲν ἔχοντα ἔτι καὶ τὴν πατρῴαν καταχορηγεῖν οὐσίαν εἰς βοήθειαν τῶν ἀπόρων καί, ἐπειδὰν τὰ ὄντα καταναλώσῃ, δανείσματα ποιεῖσθαι παρὰ φίλων οὐθὲν ἀντικαταλλαττόμενον τῆς τοιαύτης φιλοτιμίας ὅτι μὴ τὴν πολιτικὴν εὔνοιαν, ἧς οὐδὲ τὸν ἐξ ἀνθρώπων πλοῦτον ἡγεῖσθαι τιμιώτερον.
1.8 οἱ δὲ περὶ αὐτὸν συνεστῶτες ἀεὶ σωτῆρα καὶ πατέρα καὶ κτίστην ἀπεκάλουν τῆς πατρίδος καὶ τὴν μὲν ὑπατικὴν ἐξουσίαν ἐλάττονα χάριν ἢ κατὰ τὸ μέγεθος τῶν ἔργων αὐτοῦ γενήσεσθαι δοθεῖσαν ἀπέφαινον, ἄλλῃ δέ τινι μείζονι καὶ λαμπροτέρᾳ τιμῇ κοσμεῖν ἠξίουν αὐτόν,
1.9 ἣν καὶ γένος ἕξει τὸ ἐξ ἐκείνου. ὡς δὲ καὶ τὴν τρίτην ἔξοδον ποιησάμενος ἐπὶ τὰ παραθαλάττια τῆς Ἰταλίας ἔκ τε Κύμης καὶ τῶν περὶ Μισηνὸν λιμένων σιτηγοὺς ὁλκάδας ἄγων πολλὰς κατέπλευσεν εἰς Ὠστίαν, ὃ τῆς Ῥώμης ἐστὶν ἐπίνειον, καὶ % κατέπαυσε ταῖς τροφαῖς τὴν πόλιν, ὡς μηδὲν ἔτι τῆς ἀρχαίας εὐετηρίας διαφέρειν, ἅπας ὁ δῆμος ἕτοιμος ἦν, εἰ γένοιτο τῆς ψήφου κύριος ἐν ἀρχαιρεσίαις, εἴτε ὑπατείαν εἴτε ἄλλην τινὰ τιμὴν μετίοι, μηδενὸς ἐπιτρέποντος μήτε νόμου κωλύοντος μήτʼ ἀνδρὸς ἐναντιουμένου χαρίζεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi