Kitap 13
8.2
καὶ τὸν ἐπὶ τούτῳ πρὶν ἢ εἰς χεῖρας ἐλθεῖν ὀρθῷ τῷ θυρεῷ πατάξας εἰς τὸ πρόσωπον ἀνατρέπει καὶ κείμενον ἀποσφάττει, ἔπειτα τοὺς ἄλλους τεταραγμένους ἤδη ἐλαύνων ὑπὸ πόδας, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ κατὰ τοῦ κρημνοῦ διώκων ἐξέχεεν. ἀντὶ ταύτης εὕρετο τῆς ἀριστείας τὴν πρέπουσαν τῷ τότε καιρῷ δωρεὰν παρὰ τῶν κατεχόντων τὸ Καπιτώλιον, οἴνου καὶ
8.3
ζέας τὴν ἐφήμερον ἀνδρὸς ἑκάστου τροφήν. περὶ δὲ τῶν ἐν ἐκείνῳ τῷ τόπῳ τὴν φυλακὴν ἐκλιπόντων, καθʼ ὃν ἀνέβησαν οἱ Κελτοί, ζητήσεως γενομένης ὅ τι χρὴ ποιεῖν, ἡ μὲν βουλὴ θάνατον ἁπάντων κατεψηφίσατο, ὁ δὲ δῆμος ἐπιεικέστερος γενόμενος ἑνὸς τοῦ
8.4
ἡγεμόνος αὐτῶν ἠρκέσθη τῇ κολάσει. ἵνα δὲ φανερὸς γένοιτο τοῖς βαρβάροις ὁ θάνατος αὐτοῦ, δεθεὶς τὰς χεῖρας ὀπίσω κατὰ τοῦ κρημνοῦ βάλλεται πρὸς αὐτούς. ἐκείνου δὲ τιμωρηθέντος οὐδὲν ἔτι ῥᾴθυμον ἦν τῶν περὶ τὰς φυλακάς, ἀλλὰ παννύχιοι διετέλουν ἅπαντες ἐγρηγορότες, ὥστε τοὺς Κελτοὺς ἀπογνόντας δι’ ἀπάτης ἢ κλοπῆς καθέξειν τὸ φρούριον περὶ λύτρων διαλέγεσθαι, ἃ τοῖς βαρβάροις δόντες κομιοῦνται τὴν πόλιν. Ambr.
9.1
ἐπεὶ δὲ τὰ ὅρκια ἐπετέλεσαν καὶ τὸ χρυσίον οἱ Ῥωμαῖοι κατήνεγκαν, σταθμὸς μὲν ἦν, ὃν ἔδει τοὺς Κελτοὺς λαβεῖν, ε καὶ κ τάλαντα· τεθέντος δὲ τοῦ ζυγοῦ πρῶτον μὲν αὐτὸ τὸ τάλαντον ὁ Κελτὸς βαρύτερον τοῦ δικαίου παρῆν φέρων, ἔπειτα ἀγανακτούντων πρὸς τοῦτο τῶν Ῥωμαίων τοσούτου ἐδέησε μετριάσαι περὶ τὸ δίκαιον, ὥστε καὶ τὴν μάχαιραν ἅμα τῇ θήκῃ καὶ τῷ ζωστῆρι περιελόμενος ἐπέθηκε τοῖς σταθμοῖς.
9.2
τῷ δὲ ταμίᾳ πυνθανομένῳ, τί θέλει τοῦτʼ εἶναι τὸ ἔργον, ἀπεκρίνατο τούτοις τοῖς ὀνόμασιν· ὀδύνη τοῖς κεκρατημένοις. ἐπεὶ δὲ ὁ συγκείμενος σταθμὸς οὐκ ἐξεπληροῦτο διὰ τὴν τοῦ Κελτοῦ πλεονεξίαν, ἀλλὰ καὶ τὸ τρίτον ἐνέδει μέρος, ἀπῄεσαν οἱ Ῥωμαῖοι χρόνον εἰς συμπορισμὸν τοῦ λείποντος αἰτησάμενοι· ὑπέμειναν δὲ ταύτην τὴν ὑπερηφανίαν τῶν βαρβάρων οὐθὲν ἐγνωκότες τῶν ἐπὶ τοῦ στρατοπέδου πραττομένων παρὰ Καιδικίου καὶ Καμίλλου, ὡς ἔφαμεν. Ambr.